← 普鲁塔克

佩洛皮达斯传

§7.1-7.3

底比斯解放计划的酝酿与埃帕米农达的筹备

佩洛皮达斯劝说客居雅典的流亡者起事解放祖国,并与底比斯城内的同道取得联络;与此同时,留在城内的埃帕米农达也通过摔跤较量激发青年们的自尊心,为起义积蓄力量。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

ὁ δὲ Πελοπίδας, καίπερ ἐν τοῖς νεωτάτοις ὤν, ἰδίᾳ τε καθʼ ἕκαστον ἐξώρμα τῶν φυγάδων, καὶ πρὸς τὸ πλῆθος ἐποιήσατο λόγους, ὡς οὔτε καλὸν οὔτε ὅσιον εἴη δουλεύουσαν τὴν πατρίδα καὶ φρουρουμένην περιορᾶν, αὐτοὺς δὲ μόνον τὸ σῴζεσθαι καὶ διαζῆν ἀγαπῶντας ἐκκρέμασθαι τῶν Ἀθήνησι ψηφισμάτων καὶ θεραπεύειν ὑποπεπτωκότας ἀεὶ τοῖς λέγειν δυναμένοις καὶ πείθειν τὸν ὄχλον, ἀλλὰ κινδυνευτέον ὑπὲρ τῶν μεγίστων, παράδειγμα θεμένους1 τὴν Θρασυβούλου τόλμαν καὶ ἀρετήν, ἵνα, ὡς ἐκεῖνος ἐκ Θηβῶν πρότερον ὁρμηθεὶς κατέλυσε τοὺς ἐν Ἀθήναις τυράννους, οὕτως αὐτοὶ πάλιν ἐξ Ἀθηνῶν προελθόντες ἐλευθερώσωσι τὰς Θήβας, ὡς οὖν ἔπεισε ταῦτα λέγων, πέμπουσιν εἰς Θήβας κρύφα πρὸς τοὺς ὑπολελειμμένους τῶν φίλων τὰ δεδογμένα φράζοντες.

然而佩洛皮达斯尽管属于最年轻的一辈,仍个别鼓励每一个流亡者,并向众人发表演说,指出眼见祖国沦为奴隶、被军队驻守占领而坐视不管,自己只求保全性命、苟全余生,一味依附于雅典的决议,在善于辞令、能左右民众的说客面前奴颜婢膝,这既非美德,亦非虔敬;相反,他们应当以斯拉叙布洛斯的勇气与德行为榜样,为最崇高的事业甘冒大险,正如当年斯拉叙布洛斯从底比斯出击推翻了雅典的僭主一样,如今他们自己也应从雅典进军去解放底比斯。当他以这番话劝服了众人后,他们便秘密派人前往底比斯,向留在城内的友人通报这一决议。

§7.3

οἱ δὲ συνεπῄνουν καὶ Χάρων μέν, ὅσπερ ἦν ἐπιφανέστατος, ὡμολόγησε τὴν οἰκίαν παρέξειν, Φιλλίδας δὲ διεπράξατο τῶν περὶ Ἀρχίαν καὶ Φίλιππον γραμματεὺς γενέσθαι πολεμαρχούντων. Ἐπαμεινώνδας δὲ τοὺς νέους πάλαι φρονήματος ἦν ἐμπεπληκώς· ἐκέλευε γὰρ ἐν τοῖς γυμνασίοις ἐπιλαμβάνεσθαι τῶν Λακεδαιμονίων καὶ παλαίειν, εἶτα ὁρῶν ἐπὶ τῷ κρατεῖν καὶ περιεῖναι γαυρουμένους ἐπέπληττεν, ὡς αἰσχύνεσθαι μᾶλλον αὐτοῖς προσῆκον, εἰ δουλεύουσι διʼ ἀνανδρίαν ὧν τοσοῦτον ταῖς ῥώμαις διαφέρουσιν.2

留下的友人们一致赞同,其中最显赫的卡隆答应提供自己的住宅,菲利达斯则设法当上了波勒马尔库斯(军事长官)阿尔基亚斯和腓力一派的秘书。至于埃帕米农达,早就使青年们充满了自尊与锐气;因为他在角力学校中常叫青年们找拉刻代蒙人较量摔跤,随后见他们因取胜占上风而沾沾自喜时,便责备他们说,如果因懦弱而屈服于体力远逊于他们的人,他们更应当感到羞愧。

语法注2 条
  1. 7.2παράδειγμα θεμένους

    动形容词 κινδυνευτέον 本应支配表示施动者的与格,但此处伴随的分词却采用了阳性复数宾格(θεμένους)。这是因为在间接引语中,无人称动形容词在句意上等同于“δεῖν+宾格不定式”,因而其逻辑主语被视作宾格。

  2. 7.3ὧν τοσοῦτον ταῖς ῥώμαις διαφέρουσιν

    关系代词 ὧν 为属格,受要求比较属格的动词 διαφέρουσιν(胜过……)支配;而主句动词 δουλεύουσι(屈服于……)所要求的与格先行词([τούτοις])则被省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:7.1-7.3