- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:6.1-6.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
斯巴达虽处罚福比达斯却仍据守卡德梅亚卫城,而雅典则拒绝斯巴达的要求并庇护底比斯流亡者。
ἐπεὶ δὲ Λακεδαιμόνιοι Φοιβίδαν μὲν ἀφείλοντο τῆς ἀρχῆς καὶ δέκα δραχμῶν μυριάσιν ἐζημίωσαν, τὴν δὲ Καδμείαν οὐδὲν ἧττον φρουρᾷ κατέσχον, οἱ μὲν ἄλλοι πάντες Ἕλληνες ἐθαύμαζον τὴν ἀτοπίαν, εἰ τὸν μὲν πράξαντα κολάζουσι, τὴν δὲ πρᾶξιν δοκιμάζουσι,1 τοῖς δὲ Θηβαίοις τὴν πάτριον ἀποβεβληκόσι πολιτείαν καὶ καταδεδουλωμένοις ὑπὸ τῶν περὶ Ἀρχίαν καὶ Λεοντίδαν οὐδὲ ἐλπίσαι περιῆν ἀπαλλαγήν τινα τῆς τυραννίδος, ἣν ἑώρων τῇ Σπαρτιατῶν δορυφορουμένην ἡγεμονίᾳ καὶ καταλυθῆναι μὴ δυναμένην, εἰ μή τις ἄρα παύσειε κἀκείνους γῆς καὶ θαλάττης ἄρχοντας,2 οὐ μὴν ἀλλʼ οἱ περὶ Λεοντίδαν πυνθανόμενοι τοὺς φυγάδας Ἀθήνησι διατρίβειν τῷ τε πλήθει προσφιλεῖς ὄντας καὶ τιμὴν ἔχοντας ὑπὸ τῶν καλῶν καὶ ἀγαθῶν, ἐπεβούλευον αὐτοῖς κρύφα· καὶ πέμψαντες ἀνθρώπους ἀγνῶτας Ἀνδροκλείδαν μὲν ἀποκτιννύουσι δόλῳ, τῶν δὲ ἄλλων διαμαρτάνουσιν.
然而,当拉刻代蒙人解除了福比达斯的指挥权并处以十万德拉克马罚金,却依旧依靠驻军占据卡德梅亚时,所有其他希腊人都对这种惩处施事者却认可其行为的怪异举动深感惊愕。至于失去了祖传政制、沦于阿尔基亚斯和莱昂蒂达斯一党奴役之下的底比斯人,甚至连摆脱这一僭政的任何希望也未剩下;因为他们看到,这僭政受到斯巴达霸权的卫护,除非有人能连他们〔斯巴达人〕对陆海的统治权也予以剥夺,否则绝不可能被推翻。尽管如此,莱昂蒂达斯等人探知流亡者们滞留于雅典,既深受大众喜爱,又受到名流士绅的敬重,便暗中对他们图谋不轨;他们派去一些素不相识之人,用诡计刺杀了安德罗克莱达斯,对其余之人则未能得手。
ἧκε δὲ καὶ παρὰ Λακεδαιμονίων γράμματα τοῖς Ἀθηναίοις προστάσσοντα μὴ δέχεσθαι μηδὲ παρακινεῖν, ἀλλʼ ἐξελαύνειν τοὺς φυγάδας ὡς κοινοὺς πολεμίους ὑπὸ τῶν συμμάχων ἀποδεδειγμένους.
此外,拉刻代蒙人也致信雅典人,命令他们不得接纳、不得煽动这些流亡者,而须将他们作为已被同盟诸邦宣布为公敌之人驱逐出境。
οἱ μὲν οὖν Ἀθηναῖοι, πρὸς τῷ πάτριον αὐτοῖς καὶ σύμφυτον εἶναι τὸ φιλάνθρωπον, ἀμειβόμενοι τοὺς Θηβαίους μάλιστα συναιτίους γενομένους τῷ δήμῳ τοῦ κατελθεῖν, καὶ ψηφισαμένους, ἐάν τις Ἀθηναίων ἐπὶ τοὺς τυράννους ὅπλα διὰ τῆς Βοιωτίας κομίζῃ, μηδένα Βοιωτὸν ἀκούειν μηδὲ ὁρᾶν,3 οὐδὲν ἠδίκησαν τοὺς Θηβαίους.
于是雅典人一方面出于仁爱乃是其祖传且根深蒂固的天性,另一方面为了报答曾对雅典平民回国复政提供最大助力的底比斯人——底比斯人曾通过决议,凡雅典人携武器途经维奥蒂亚前去讨伐僭主,任何维奥蒂亚人都当视而不见、听而不闻——因此没有对底比斯人造成任何伤害。
- 6.1εἰ τὸν μὲν πράξαντα κολάζουσι, τὴν δὲ πρᾶξιν δοκιμάζουσι
此处 εἰ 从句从属于表示情感的动词 ἐθαύμαζον,并非表示假设的条件从句,而是具有名词性从句功能,表示惊讶的原因与事实(“即他们竟然惩罚……”)。
- 6.2εἰ μή τις ἄρα παύσειε κἀκείνους γῆς καὶ θαλάττης ἄρχοντας
παύσειε 为动词 παύω(使停止、废黜)的祈愿语气,支配宾格宾语 κἀκείνους(“乃至他们”)及补充成分分词 ἄρχοντας(“统治着陆地与海洋”),意为“除非有人使他们不再统治陆地与海洋”。
- 6.4μηδένα Βοιωτὸν ἀκούειν μηδὲ ὁρᾶν
由分词 ψηφισαμένους(“决议”)引出的带不定词结构。“任何维奥蒂亚人都听不见也看不见”是成语性质的表达,意指默许或“视而不见、听而不闻”。
