- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:5.1-5.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
底比斯的寡头派唆使斯巴达将领福比达斯突袭占领卡德梅亚卫城,伊斯梅尼亚斯被处死,佩洛皮达斯等人被迫流亡,而埃帕米农达则因被认为无害而得以留居城中。
μετὰ δὲ ταῦτα τῶν Σπαρτιατῶν λόγῳ μὲν ὡς φίλοις καὶ συμμάχοις προσφερομένων τοῖς Θηβαίοις, ἔργῳ δὲ τὸ φρόνημα τῆς πόλεως καὶ τὴν δύναμιν ὑφορωμένων, καὶ μάλιστα τὴν Ἰσμηνίου καὶ Ἀνδροκλείδου μισούντων ἑταιρείαν, ἧς μετεῖχεν ὁ Πελοπίδας, φιλελεύθερον ἅμα καὶ δημοτικὴν εἶναι δοκοῦσαν, Ἀρχίας καὶ Λεοντίδας καὶ Φίλιππος, ἄνδρες ὀλιγαρχικοὶ καὶ πλούσιοι καὶ μέτριον οὐδὲν φρονοῦντες, ἀναπείθουσι Φοιβίδαν τὸν Λάκωνα μετὰ στρατιᾶς διαπορευόμενον ἐξαίφνης καταλαβεῖν τὴν Καδμείαν καὶ τοὺς ὑπεναντιουμένους αὐτοῖς ἐκβαλόντα πρὸς τὸ Λακεδαιμονίων ὑπήκοον ἁρμόσασθαι διʼ ὀλίγων τὴν πολιτείαν.1
此后,斯巴达人在口头上虽把底比斯人当作朋友与盟友对待,但在行动上却忌惮该城的气魄与实力,尤其痛恨伊斯梅尼亚斯和安德罗克莱达斯的党派(佩洛皮达斯亦身处其中),认为该党派既热爱自由又倾向民主;属于寡头派、富有且毫无节制之念的阿尔基亚斯、莱昂蒂达斯与腓力,便唆使率军经过此地的斯巴达人福比达斯突然占领卡德梅亚,驱逐反对他们的人,并通过少数人的统治将城邦政制调整为顺从拉刻代蒙人的状态。
πεισθέντος δʼ ἐκείνου καὶ μὴ προσδοκῶσι τοῖς Θηβαίοις ἐπιθεμένου Θεσμοφορίων ὄντων,2 καὶ τῆς ἄκρας κυριεύσαντος, Ἰσμηνίας μὲν συναρπασθεὶς καὶ κομισθεὶς εἰς Λακεδαίμονα μετʼ οὐ πολὺν χρόνον ἀνῃρέθη, Πελοπίδας δὲ καὶ Φερένικος καὶ Ἀνδροκλείδας μετὰ συχνῶν ἄλλων φεύγοντες ἐξεκηρύχθησαν, Ἐπαμεινώνδας δὲ κατὰ χώραν ἔμεινε τῷ καταφρονηθῆναι διὰ μὲν φιλοσοφίαν ὡς ἀπράγμων, διὰ δὲ πενίαν ὡς ἀδύνατος.3
福比达斯被说动后,趁着忒斯摩福里亚节期间底比斯人毫无防备之际发动袭击,控制了卫城。伊斯梅尼亚斯被捕并押送至拉刻代蒙,不久即遭杀害;佩洛皮达斯、费列尼科斯与安德罗克莱达斯同其他许多人流亡外邦并被宣布放逐;而埃帕米农达则留在原地,因为他因醉心哲学被视作与世无争,又因贫穷被视作无能为力而受到了轻视。
- 5.2πρὸς τὸ Λακεδαιμονίων ὑπήκοον ἁρμόσασθαι διʼ ὀλίγων τὴν πολιτείαν
中性单数形容词 τὸ ὑπήκοον 用作表示“顺从、臣服状态”的抽象名词,与介词 πρός 连用表示依据或调准(“使其顺应/符合于……”)。介词短语 διʼ ὀλίγων 表示手段(“通过少数人/寡头制”),而 τὴν πολιτείαν(政制)则是中间位不定词 ἁρμόσασθαι(使符合/调整)的直接宾语。
- 5.3πεισθέντος δʼ ἐκείνου καὶ μὴ προσδοκῶσι τοῖς Θηβαίοις ἐπιθεμένου Θεσμοφορίων ὄντων
分词 πεισθέντος 与 ἐπιθεμένου(其逻辑主语为指代福比达斯的 ἐκείνου)构成了主要的属格绝对结构,其后又接有另一个表示时间的属格绝对短语 Θεσμοφορίων ὄντων(“忒斯摩福里亚节期间”)。与格短语 μὴ προσδοκῶσι τοῖς Θηβαίοις 则作动词 ἐπιθεμένου 的支配补足成分,意为“向毫无防备的底比斯人(发起进攻)”。
- 5.3τῷ καταφρονηθῆναι διὰ μὲν φιλοσοφίαν ὡς ἀπράγμων, διὰ δὲ πενίαν ὡς ἀδύνατος
带冠词的不定词受动态不定过去时 τῷ καταφρονηθῆναι 作主要动词 ἔμεινε 的原因与格,意为“因被轻视”。随后的两个介词短语 διὰ φιλοσοφίαν 和 διὰ πενίαν 说明了受轻视的原因,而 ὡς ἀπράγμων 与 ὡς ἀδύνατος 则以 ὡς 引出支配者主观上的判定(“被视为不问政事之人”、“被视为软弱无力之人”)。
