- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:4.1-4.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述了佩洛皮达斯与埃帕米农达不同的性情爱好以及两人历久弥坚的非凡友谊,并与雅典诸领袖相对比,随后记载了他们在曼提尼亚战役中并肩死战、相互搭救的经过。
ἦσαν δὲ καὶ πρὸς πᾶσαν ἀρετὴν πεφυκότες ὁμοίως, πλὴν ὅτι τῷ γυμνάζεσθαι μᾶλλον ἔχαιρε Πελοπίδας, τῷ δὲ μανθάνειν Ἐπαμεινώνδας, καὶ τὰς διατριβὰς ἐν τῷ σχολάζειν ὁ μὲν περὶ παλαίστρας καὶ κυνηγέσια, ὁ δὲ ἀκούων τι καὶ φιλοσοφῶν ἐποιεῖτο. πολλῶν δὲ καὶ καλῶν ὑπαρχόντων ἀμφοτέροις πρὸς δόξαν, οὐδὲν οἱ νοῦν ἔχοντες ἡγοῦνται τηλικοῦτον ἡλίκον τὴν διὰ τοσούτων ἀγώνων καὶ στρατηγιῶν καὶ πολιτειῶν ἀνεξέλεγκτον εὔνοιαν καὶ φιλίαν ἀπʼ ἀρχῆς μέχρι τέλους ἐμμείνασαν.
他们二人对一切美德同样具有天然的禀赋,只是佩洛皮达斯更喜好身体的锻炼,而埃帕米农达更喜好学习;在闲暇时光中,前者将时间花在角力场与狩猎上,后者则听讲求学并研习哲学。尽管两人都拥有许多足以赢得声望的优秀品质,但明智之士认为,没有哪一种品质比得上他们在历经如此多的斗争、统帅职务与城邦政事中,自始至终未尝动摇、无可挑剔的善意与友谊更为伟大。
εἰ γὰρ τις ἀποβλέψας τὴν Ἀριστείδου καὶ Θεμιστοκλέους καὶ Κίμωνος καὶ Περικλέους καὶ Νικίου καὶ Ἀλκιβιάδου πολιτείαν, ὅσων γέγονε μεστὴ διαφορῶν καὶ φθόνων καὶ ζηλοτυπιῶν πρὸς ἀλλήλους, σκέψαιτο πάλιν τὴν Πελοπίδου πρὸς Ἐπαμεινώνδαν εὐμένειαν καὶ τιμήν, τούτους ἂν ὀρθῶς καὶ δικαίως προσαγορεύσειε συνάρχοντας καὶ συστρατήγους ἢ ἐκείνους,1 οἳ μᾶλλον ἀλλήλων ἢ τῶν πολεμίων ἀγωνιζόμενοι περιεῖναι διετέλεσαν.
因为如果有人审视阿里斯泰德与地米斯托克利、客蒙与伯里克利、尼西阿斯与阿尔西比亚德斯的从政生涯,看到其中充满了彼此间何等多的争执、嫉妒与仇隙,再反观佩洛皮达斯对埃帕米农达的深厚友爱与敬重,他就会正确而公正地称呼这二人为真正的同僚官员与共同将领,而非那些始终致力于压倒彼此更胜于压倒敌人的人。
αἰτία δὲ ἀληθινὴ μὲν ἦν ἡ ἀρετή, διʼ ἣν οὐ δόξαν, οὐ πλοῦτον ἀπὸ τῶν πράξεων μετιόντες, οἷς ὁ χαλεπὸς καὶ δύσερις ἐμφύεται φθόνος, ἀλλʼ ἔρωτα θεῖον ἀπʼ ἀρχῆς ἐρασθέντες ἀμφότεροι τοῦ τὴν πατρίδα λαμπροτάτην καὶ μεγίστην ἐφʼ ἑαυτῶν ἰδεῖν γενομένην, ὥσπερ ἰδίοις ἐπὶ τοῦτο τοῖς αὑτῶν ἐχρῶντο κατορθώμασιν.2
其真正的原因乃是他们的德性;因着这德性,他们未曾从自己的行动中谋求名声与财富——而严苛且好争的嫉妒正是在其中滋生的——相反,他们两人从一开始就怀有一种崇高的热望,渴望亲眼见到祖国在他们手中变得最为辉煌强大,因此为了这一目标,他们把彼此的功绩当作自己的一样来运用。
οὐ μὴν ἀλλʼ οἵ γε πολλοὶ νομίζουσιν αὐτοῖς τὴν σφοδρὰν φιλίαν ἀπὸ τῆς ἐν Μαντινείᾳ γενέσθαι στρατείας, ἣν συνεστρατεύσαντο Λακεδαιμονίοις, ἔτι φίλοις καὶ συμμάχοις οὖσι, πεμφθείσης ἐκ Θηβῶν βοηθείας, τεταγμένοι γὰρ ἐν τοῖς ὁπλίταις μετʼ ἀλλήλων καὶ μαχόμενοι πρὸς τοὺς Ἀρκάδας, ὡς ἐνέδωκε τὸ κατʼ αὐτοὺς κέρας τῶν Λακεδαιμονίων καὶ τροπὴ τῶν πολλῶν ἐγεγόνει, συνασπίσαντες ἠμύναντο τοὺς ἐπιφερομένους·
不过,大众普遍认为他们深厚的友谊始于在曼提尼亚的那次征伐;当时底比斯派出了援军,他们与仍是友邦和盟友的拉刻代蒙人共同出征。因为他们两人被编在重装步兵同列中并肩作战,抵御阿卡迪亚人;当他们所在的拉刻代蒙军队一翼溃退、大多数人发生溃逃时,他们便合拢盾牌,抵御扑上来的敌人。
καὶ Πελοπίδας μὲν ἑπτὰ τραύματα λαβὼν ἐναντία πολλοῖς ἐπικατερρύη νεκροῖς ὁμοῦ φίλοις καὶ πολεμίοις, Ἐπαμεινώνδας δέ, καίπερ ἀβιώτως ἔχειν3 αὐτὸν ἡγούμενος, ὑπὲρ τοῦ σώματος καὶ τῶν ὅπλων ἔστη προελθών καὶ διεκινδύνευσε πρὸς πολλοὺς μόνος, ἐγνωκὼς ἀποθανεῖν μᾶλλον ἢ Πελοπίδαν ἀπολιπεῖν κείμενον· ἤδη δὲ καὶ τούτου κακῶς ἔχοντος, καὶ λόγχῃ μὲν εἰς τὸ στῆθος, ξίφει δὲ εἰς τὸν βραχίονα τετρωμένου, προσεβοήθησεν ἀπὸ θατέρου κέρως Ἀγησίπολις ὁ βασιλεὺς τῶν Σπαρτιατῶν, καὶ περιεποίησεν ἀνελπίστως αὐτοὺς ἀμφοτέρους·
佩洛皮达斯正面受了七处创伤,倒在敌我双方交错叠积的众多尸体上;而埃帕米农达尽管认为他已无生还希望,仍旧跨步上前护住他的身躯与甲胄,独自一人冒死抵挡众多敌人,下定决心绝不能丢下倒地的佩洛皮达斯,宁死不退。就在他也伤势沉重、胸部被长矛刺中、手臂被利剑砍伤之际,斯巴达国王阿格西波利斯从另一翼领兵赶来救援,出乎意料地将他们两人一同救了下来。
- 4.2τούτους ἂν ὀρθῶς καὶ δικαίως προσαγορεύσειε συνάρχοντας καὶ συστρατήγους ἢ ἐκείνους
在由 ἤ(比起……)引导的比较结构中,主句宾语 τούτους(这两人)与 ἢ ἐκείνους(比起那些人[雅典诸领袖])形成对举。带 ἄν 的希求法谓语动词 προσαγορεύσειε 是假设条件句(εἰ ... σκέψαιτο)的潜在主句,支配双重宾格(称呼某人为某物)。
- 4.3ὥσπερ ἰδίοις ἐπὶ τοῦτο τοῖς αὑτῶν ἐχρῶντο κατορθώμασιν
反身代词属格 αὑτῶν 在此语境中具有相互意义(“彼此的/各自的”),置于限定位置(τοῖς αὑτῶν ... κατορθώμασιν,“各自的成就”)。而 ἰδίοις 则作为支配与格的动词 ἐχρῶντο 的表语性补足语,意为“如同自己固有的一般”。
- 4.5ἀβιώτως ἔχειν
由副词与 ἔχειν 构成的表示状态的惯用结构。与 ἀβιώτως(无法存活的、无生还希望的)结合,在 ἡγούμενος 所引出的间接引语不定式结构中,意为“他已处于不可生还/必死无疑的状态”。
