← 普鲁塔克

佩洛皮达斯传

§3.1-3.4

佩洛皮达斯对待财富与其友埃帕米农达的清贫

佩洛皮达斯出身显赫并继承巨富,他慷慨济贫,甚至主动分担挚友埃帕米农达的清贫生活。尽管因一心为城邦奉献而家资日损,他仍巧妙地反驳了友人关于拥有金钱乃必需之物的劝诫。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

Πελοπίδᾳ τῷ Ἱππόκλου γένος μὲν ἦν εὐδόκιμον ἐν Θήβαις ὥσπερ Ἐπαμεινώνδᾳ, τραφεὶς δὲ ἐν οὐσίᾳ μεγάλῃ καὶ παραλαβὼν ἔτι νέος λαμπρὸν οἶκον ὥρμησε τῶν δεομένων τοῖς ἀξίοις βοηθεῖν, ἵνα κύριος ἀληθῶς φαίνοιτο χρημάτων γεγονώς, ἀλλὰ μὴ δοῦλος. τῶν γὰρ πολλῶν, ὡς Ἀριστοτέλης φησίν, οἱ μὲν οὐ χρῶνται τῷ πλούτῳ διὰ μικρολογίαν, οἱ δὲ παραχρῶνται διʼ ἀσωτίαν, καὶ δουλεύοντες οὗτοι μὲν ἀεὶ ταῖς ἡδοναῖς, ἐκεῖνοι δὲ ταῖς ἀσχολίαις, διατελοῦσιν.1

希波克鲁斯之子佩洛皮达斯在底比斯出身名门,正如埃帕米农达一样;他成长于巨富之中,年纪轻轻便继承了显赫的家产,于是致力于救助需要救助而又配得救助的人,好让自己看起来真正成了财富的主人,而非其奴隶。因为正如亚里士多德所说,大众之中有的人因吝啬而不使用财富,另一些人则因挥霍而滥用财富,后者始终是享乐的奴隶,前者则是事务的奴隶。

§3.2

οἱ μὲν οὖν ἄλλοι τῷ Πελοπίδᾳ χάριν ἔχοντες ἐχρῶντο τῇ πρὸς αὐτοὺς ἐλευθεριότητι καὶ φιλανθρωπίᾳ, μόνον δὲ τῶν φίλων τὸν Ἐπαμεινώνδαν οὐκ ἔπειθε τοῦ πλούτου μεταλαμβάνειν αὐτὸς μέντοι μετεῖχε τῆς ἐκείνου πενίας, ἐσθῆτος ἀφελείᾳ καὶ τραπέζης λιτότητι καὶ τῷ πρὸς τοὺς πόνους ἀόκνῳ καὶ κατὰ στρατείας ἀδόλῳ καλλωπιζόμενος, ὥσπερ ὁ Εὐριπίδου Καπανεύς, ᾧ βίος μὲν ἦν πολύς, ἥκιστα δὲ διʼ ὄλβον γαῦρος ἦν, αἰσχυνόμενος εἰ φανεῖται πλείοσι χρώμενος εἰς τὸ σῶμα τοῦ τὰ ἐλάχιστα κεκτημένου Θηβαίων.2 Ἐπαμεινώνδας μὲν οὖν συνήθη καὶ πατρῴαν οὖσαν αὐτῷ τὴν πενίαν ἔτι μᾶλλον εὔζωνον καὶ κοῦφον ἐποίησε φιλοσοφῶν καὶ μονότροπον βίον ἀπʼ ἀρχῆς ἑλόμενος· Πελοπίδᾳ δὲ ἦν μὲν γάμος λαμπρός, ἐγένοντο δὲ καὶ παῖδες, ἀλλʼ οὐδὲν ἧττον ἀμελῶν τοῦ χρηματίζεσθαι καὶ σχολάζων τῇ πόλει τὸν ἅπαντα χρόνον ἠλάττωσε τὴν οὐσίαν. τῶν δὲ φίλων νουθετούντων καὶ λεγόντων ὡς ἀναγκαίου πράγματος ὀλιγωρεῖ, τοῦ χρήματα ἔχειν,3 ἀναγκαίου, νὴ Δία, Νικοδήμῳ τούτῳ, ἔφη, δείξας τινὰ χωλὸν καὶ τυφλόν.

其他人固然对佩洛皮达斯心怀感激,并享用着他对他们的慷慨与仁善,然而在朋友中,唯有埃帕米农达是他无法说服其分享财富的;相反,佩洛皮达斯亲自参与到了对方的贫困之中,以衣着简朴、饮食粗淡、耐劳不倦以及行军时的质朴无华自豪,正像欧里庇得斯笔下的卡帕纽斯一样,他“家资甚丰,却绝不因财富而傲慢”,若显得自己在身体所需之物上享用得比底比斯人中最贫穷者还要多,便会感到羞耻。埃帕米农达固然使自己本就习以为常且世代相传的贫困,因研习哲学并从一开始就选择独身寡欲的生活而变得更加轻便而无累;而佩洛皮达斯虽结下了显赫的婚姻,也生有子女,却仍旧不顾聚敛钱财,把全部时间都献给了城邦,以致家业日损。当朋友们规劝他,说他忽视了一件必需之物——即拥有钱财时,他指着一个又瘸又瞎的人说道: “凭宙斯起誓,对这位尼科德穆而言,这确实是必需的!”

语法注3 条
  1. 3.1καὶ δουλεύοντες οὗτοι μὲν ἀεὶ ταῖς ἡδοναῖς, ἐκεῖνοι δὲ ταῖς ἀσχολίαις, διατελοῦσιν

    指示代词 οὗτοι 与 ἐκεῖνοι 构成前后交叉指代:οὗτοι 指代就近的后者(即挥霍滥用财富者,οἱ δὲ παραχρῶνται διʼ ἀσωτίαν),而 ἐκεῖνοι 指代较远的前者(即吝啬不肯用财者,οἱ μὲν οὐ χρῶνται διὰ μικρολογίαν)。因此,享乐(ταῖς ἡδοναῖς)的奴隶是挥霍者,而事务(ταῖς ἀσχολίαις)的奴隶是守财奴。

  2. 3.3αἰσχυνόμενος εἰ φανεῖται πλείοσι χρώμενος εἰς τὸ σῶμα τοῦ τὰ ἐλάχιστα κεκτημένου Θηβαίων

    接在表情感的分词 αἰσχυνόμενος 后的 εἰ 从句(直陈语气未来时 φανεῖται)表达令人感到羞耻的假设或由头(“如果表现得……便会感到羞耻”)。τοῦ τὰ ἐλάχιστα κεκτημένου 是由比较级 πλείοσι 所支配的比较属格(“比拥有最少的人更……”),Θηβαίων 则是其部分属格。

  3. 3.4τοῦ χρήματα ἔχειν

    带冠词不定式 τοῦ χρήματα ἔχειν 是同位性(解释性)属格,与前文的 ἀναγκαίου πράγματος(必需之物)构成同位语,具体说明该“必需之物”即“拥有财物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:3.1-3.4