← 普鲁塔克

佩洛皮达斯传

§34.1-34.5

珀罗皮达斯的葬礼与君王虚饰之对比

作者将珀罗皮达斯朴素却发自人心的葬礼与僭主及君王的虚饰排场进行对比,盛赞其圆满的福分与崇高的牺牲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.1

ἐκείνων δὲ τῶν ταφῶν οὐ δοκοῦσιν ἕτεραι λαμπρότεραι γενέσθαι τοῖς τὸ λαμπρὸν οὐκ ἐν ἐλέφαντι καὶ χρυσῷ καὶ πορφύραις εἶναι νομίζουσιν,1 ὥσπερ Φίλιστος ὑμνῶν καὶ θαυμάζων τὴν Διονυσίου ταφήν, οἷον τραγῳδίας μεγάλης τῆς τυραννίδος ἐξόδιον θεατρικὸν γενομένην.

然而,对于那些认为光彩并不在于象牙、黄金和紫袍之中的人来说,似乎再没有比那场葬礼更为辉煌的了——并不像菲利斯托斯那样,对狄奥尼修斯的葬礼极尽颂扬与惊叹,将其视为僭主统治这一宏大悲剧充满戏剧性的收场剧一般。

§34.2

Ἀλέξανδρος δὲ ὁ μέγας Ἡφαιστίωνος ἀποθανόντος οὐ μόνον ἵππους ἔκειρε καὶ ἡμιόνους, ἀλλὰ καὶ τὰς ἐπάλξεις ἀφεῖλε τῶν τειχῶν, ὡς ἂν δοκοῖεν αἱ πόλεις πενθεῖν, ἀντὶ τῆς πρόσθεν μορφῆς κούριμον σχῆμα καὶ ἄτιμον ἀναλαμβάνουσαι. ταῦτα μὲν οὖν προστάγματα δεσποτῶν ὄντα, καὶ μετὰ πολλῆς ἀνάγκης περαινόμενα καὶ μετὰ φθόνου τῶν τυχόντων καὶ μίσους τῶν βιαζομένων, οὐδεμιᾶς χάριτος ἦν οὐδὲ τιμῆς, ὄγκου δὲ βαρβαρικοῦ καὶ τρυφῆς καὶ ἀλαζονείας ἐπίδειξις,2 εἰς κενὰ καὶ ἄζηλα τὴν περιουσίαν διατιθεμένων· ἀνὴρ δὲ δημοτικὸς ἐπὶ ξένης τεθνηκώς, οὐ γυναικός, οὐ παίδων, οὐ συγγενῶν παρόντων, οὐ δεομένου τινός, οὐκ ἀναγκάζοντος, ὑπὸ δήμων τοσούτων καὶ πόλεων ἁμιλλωμένων προπεμπόμενος καὶ συνεκκομιζόμενος καὶ στεφανούμενος, εἰκότως ἐδόκει τὸν τελειότατον ἀπέχειν εὐδαιμονισμόν.

亚历山大大帝在赫菲斯提翁死后,不仅为马匹和骡子剪去鬃毛,甚至拆除了城墙的雉堞,以使各城邦显得都在哀悼,用剪短毛发般羞辱的外观取代了往日的风貌。然而,这些由于是独裁者的命令,是在极力强迫之下执行的,伴随着对获得〔这些〕者的嫉妒和对强迫者的痛恨,因而不代表任何感激或荣耀,只不过是野蛮的浮夸、奢靡与狂妄的炫耀,把巨资耗费在空洞而不值羡慕的事情上;相反,一个平民死于异乡,没有妻子,没有儿女,没有亲眷在场,没有任何人请求,也没有任何人强迫,却受到如此众多的民众和城邦争相护送、共同发殡并加冠荣衔,自然被认为享有最为完满的福分。

§34.4

οὐ γάρ, ὡς Αἴσωπος ἔφασκε, χαλεπώτατός ἐστιν ὁ τῶν εὐτυχούντων θάνατος, ἀλλὰ μακαριώτατος, εἰς ἀσφαλῆ χώραν τὰς εὐπραξίας κατατιθέμενος τῶν ἀγαθῶν καὶ τύχην μεταβάλλεσθαι μὴ ἀπολείπων.3 διὸ βέλτιον ὁ Λάκων τὸν Ὀλυμπιονίκην Διαγόραν, ἐπιδόντα μὲν υἱοὺς στεφανουμένους Ὀλυμπίασιν, ἐπιδόντα δʼ υἱωνοὺς καὶ θυγατριδοῦς, ἀσπασάμενος, κάτθανε, εἶπε, Διαγόρα· οὐκ εἰς τὸν Ὄλυμπον ἀναβήσῃ.

因为顺境之人的死亡并非像伊索所说的那样最难忍受,反而最为幸福,因为它将善人的善举安放于稳固之境,不再为命运的逆转留下任何余地。因此,一位斯巴达人对奥林匹克优胜者狄亚戈拉斯所说的话更为切当——这位胜者曾亲眼看到儿子们在奥林匹亚加冠,又亲眼看到孙辈和外孙辈皆获殊荣——斯巴达人向他致意道: “死去吧, 狄亚戈拉斯,”他说,“你终究不能升上奥林匹斯山。”

§34.5

τὰς δὲ Ὀλυμπιακὰς καὶ Πυθικὰς νίκας οὐκ ἂν, οἶμαί, τις εἰς τὸ αὐτὸ συνθεὶς ἁπάσας ἑνὶ τῶν Πελοπίδου παραβαλεῖν ἀγώνων ἀξιώσειεν, οὓς πολλοὺς ἀγωνισάμενος καὶ κατορθώσας, καὶ τοῦ βίου τὸ πλεῖστον ἐν δόξῃ καὶ τιμῇ βιώσας, τέλος ἐν τῇ τρισκαιδεκάτῃ βοιωταρχίᾳ, τυραννοκτονίᾳ μεμιγμένην ἀριστείαν ἀριστεύων, ὑπὲρ τῆς τῶν Θεσσαλῶν ἐλευθερίας ἀπέθανεν.

我想,无论谁将所有的奥林匹亚与皮提亚盛会的胜利汇集在一起,都不会认为足以与珀罗皮达斯的任何一场征战相提并论;他经历并赢得了无数次这样的战斗,一生的大部分时光都在荣耀与尊崇中度过,最终在第十三次担任波奥提亚统治官任内,建树兼具诛杀僭主的殊勋之际,为色萨利人的自由献出了生命。

语法注3 条
  1. 34.1ἐκείνων δὲ τῶν ταφῶν οὐ δοκοῦσιν ἕτεραι λαμπρότεραι γενέσθαι τοῖς τὸ λαμπρὸν οὐκ ἐν ἐλέφαντι καὶ χρυσῷ καὶ πορφύραις εἶναι νομίζουσιν

    ἐκείνων τῶν ταφῶν 是由比较级 λαμπρότεραι 所要求的比较属格(“比那些葬礼”)。随后的分词短语 τοῖς ... νομίζουσιν 充当判断者的与格(dative of judgment),表示“在那些认为……的人看来”,确立了全句判断的立足点。

  2. 34.2οὐδεμιᾶς χάριτος ἦν οὐδὲ τιμῆς, ὄγκου δὲ βαρβαρικοῦ καὶ τρυφῆς καὶ ἀλαζονείας ἐπίδειξις

    在主语 ταῦτα 之后,未完成过去时动词 ἦν 引导属格补足语 οὐδεμιᾶς χάριτος ... οὐδὲ τιμῆς(性质或归属的表语属格,“不具有任何感激与荣耀”),接着通过 δέ 转接为主格名词短语 ὄγκου ... ἐπίδειξις(“……的炫耀”),构成了表语结构的非对称并列。

  3. 34.4εἰς ἀσφαλῆ χώραν τὰς εὐπραξίας κατατιθέμενος τῶν ἀγαθῶν καὶ τύχην μεταβάλλεσθαι μὴ ἀπολείπων

    现在分词 κατατιθέμενος 在性数格上与前文的主语 ὁ ... θάνατος 一致,将“死亡”拟人化(死将成功存入安稳之所)。属格 τῶν ἀγαθῶν 修饰宾语 τὰς εὐπραξίας(“善人的善举/福报”)。不定词 μεταβάλλεσθαι 附属于 μὴ ἀπολείπων,表示“使命运不留逆转的余地”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:34.1-34.5