- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:35.1-35.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
珀罗皮达斯死后,底比斯军迫使亚历山大归还领土并降服;随后,亚历山大在其妻忒拜与其兄弟谋划的密谋中于寝室被刺杀。
ὁ δὲ θάνατος αὐτοῦ μεγάλα μὲν ἐλύπησε τοὺς συμμάχους, μείζονα δὲ ὠφέλησε. Θηβαῖοι γὰρ, ὡς ἐπύθοντο τὴν τοῦ Πελοπίδου τελευτήν, οὐδεμίαν ἀναβολὴν ποιησάμενοι τῆς τιμωρίας κατὰ τάχος ἐστράτευσαν ὁπλίταις ἑπτακισχιλίοις, ἱππεῦσι δʼ ἑπτακοσίοις, ἡγουμένου Μαλκίτου καὶ Διογείτονος.
他的死使盟友们深感悲痛,但带来的益处却更为巨大。因为底比斯人一得知珀罗皮达斯的死讯,便毫不延搁复仇,由马尔基塔斯和狄奥盖同率领七千名重装步兵和七百名骑兵迅速出征。
καταλαβόντες δὲ συνεσταλμένον καὶ περικεκομμένον τῆς δυνάμεως Ἀλέξανδρον ἠνάγκασαν Θεσσαλοῖς μὲν ἀποδοῦναι τὰς πόλεις ἃς εἶχεν αὐτῶν, Μάγνητας δὲ καὶ Φθιώτας Ἀχαιοὺς ἀφεῖναι καὶ τὰς φρουρὰς ἐξαγαγεῖν, ὀμόσαι δὲ αὐτὸν ἐφʼ οὓς ἂν ἡγῶνται Θηβαῖοι καὶ κελεύσωσιν ἀκολουθήσειν. Θηβαῖοι μὲν οὖν τούτοις ἠρκέσθησαν ἣν δὲ ὀλίγον ὕστερον τοῖς θεοῖς ὑπὲρ Πελοπίδου δίκην ἔδωκε1 διηγήσομαι.
他们发现亚历山大势力已衰落且被削弱,遂迫使他将占领的色萨利人诸城归还给他们,释放马格内西亚人和弗提奥提斯的阿开亚人并撤出驻军,并宣誓底比斯人领兵前往何处、下达何令,他都必须跟随。底比斯人对此已感满意;而他不久之后为珀罗皮达斯而向诸神偿还的报应,我将在此叙述。
Θήβην τὴν συνοικοῦσαν αὐτῷ πρῶτον μὲν, ὡς εἴρηται, Πελοπίδας ἐδίδαξε μὴ φοβεῖσθαι τὴν ἔξω λαμπρότητα καὶ παρασκευὴν τῆς τυραννίδος, ἐντὸς τῶν ὅπλων καὶ τῶν φυλακῶν οὖσαν ἔπειτα δὲ φοβουμένη τὴν ἀπιστίαν αὐτοῦ καὶ μισοῦσα τὴν ὠμότητα, συνθεμένη μετὰ τῶν ἀδελφῶν, τριῶν ὄντων, Τισιφόνου, Πειθολάου, Λυκόφρονος, ἐπεχείρει τόνδε τὸν τρόπον.
正如前文所说,起初珀罗皮达斯开导与他共同生活的妻子忒拜,身处武器与卫兵之内,不要畏惧僭主统治外在的显赫与威势;此后,由于她畏惧他的反复无常并痛恨他的残暴,便与她的三个兄弟——提西福诺斯、佩托拉奥斯、吕科弗隆密谋,按照如下方式下手。
τὴν μὲν ἄλλην οἰκίαν τοῦ τυράννου κατεῖχον αἱ φυλακαὶ τῶν παρανυκτερευόντων, ὁ δὲ θάλαμος, ἐν ᾧ καθεύδειν εἰώθεσαν, ὑπερῷος ἦν, καὶ πρὸ αὐτοῦ φυλακὴν εἶχε κύων δεδεμένος, πᾶσι φοβερὸς πλὴν αὐτοῖς ἐκείνοις καὶ ἑνὶ τῶν οἰκετῶν τῷ τρέφοντι. καθʼ ὃν οὖν ἔμελλε καιρὸν ἐπιχειρεῖν ἡ Θήβη, τοὺς μὲν ἀδελφοὺς ἀφʼ ἡμέρας εἶχε πλησίον ἐν οἴκῳ τινὶ κεκρυμμένους, εἰσελθοῦσα δέ, ὥσπερ εἰώθει, μόνη πρὸς τὸν Ἀλέξανδρον ἤδη καθεύδοντα καὶ μετὰ μικρὸν πάλιν προελθοῦσα, τῷ μὲν οἰκέτῃ προσέταξεν ἀπάγειν ἔξω τὸν κύνα· βούλεσθαι γὰρ ἀναπαύεσθαι μεθʼ ἡσυχίας ἐκεῖνον·2 αὐτὴ δὲ τὴν κλίμακα φοβουμένη μὴ κτύπον παράσχῃ τῶν νεανίσκων ἀναβαινόντων ἐρίοις κατεστόρεσεν· εἶτα οὕτως ἀναγαγοῦσα τοὺς ἀδελφοὺς ξιφήρεις καὶ στήσασα πρὸ τῶν θυρῶν εἰσῆλθεν αὐτή, καὶ καθελοῦσα τὸ ξίφος ὑπὲρ τῆς κεφαλῆς κρεμάμενον σημεῖον εἶναι τοῦ κατέχεσθαι τὸν ἄνδρα καὶ καθεύδειν ἔδειξεν. ἐκπεπληγμένων δὲ τῶν νεανίσκων καὶ κατοκνούντων, κακίζουσα καὶ διομνυμένη μετʼ ὀργῆς αὐτὴ τὸν Ἀλέξανδρον ἐξεγείρασα μηνύσειν τὴν πρᾶξιν, αἰσχυνθέντας αὐτοὺς ἅμα καὶ φοβηθέντας εἰσήγαγε καὶ περιέστησε τῇ κλίνῃ, προσφέρουσα τὸν λύχνον.
僭主宅邸的其余地方由彻夜值守的卫兵把守,但他们平时就寝的寝室位于楼上,房门前有一条被拴着的看门狗,除他们二人以及负责喂食的一名仆人外,对所有人来说都十分凶猛。因此,在忒拜准备动手的时刻,她自白天起便将兄弟们藏在附近的一间屋内;随后她一如往常独自进入房内,来到已然熟睡的亚历山大身边,片刻后又走出来,吩咐仆人把狗牵到外面,声称主人想要安静休息;而她自己由于担心年轻人上楼时楼梯发出响动,便在楼梯上铺满了羊毛;接着,她以这种方式领着手持利剑的兄弟们上来,让他们守在门前,自己则走进去,取下悬挂在床头的宝剑,以此作为那人已被睡意困住并正熟睡的暗号。见青年人们惶恐畏缩,她便大加责骂,愤怒地赌咒发誓说要亲自叫醒亚历山大并告发这起密谋,于是他们既感羞愧又觉恐惧,由她举着油灯领入屋内,围在床边。
τῶν δὲ ὁ μὲν τοὺς πόδας κατεῖχε πιέσας, ὁ δὲ τὴν κεφαλὴν λαβόμενος τῶν τριχῶν ἀνέκλασεν, ὁ δὲ τρίτος τῷ ξίφει τύπτων αὐτὸν διεχρήσατο, τῷ μὲν τάχει τῆς τελευτῆς πρᾳότερον ἴσως ἢ προσῆκον ἦν ἀποθανόντα, τῷ δὲ μόνον ἢ πρῶτον τυράννων ὑπὸ γυναικὸς ἰδίας ἀπολέσθαι, καὶ τῇ μετὰ θάνατον αἰκίᾳ3 τοῦ σώματος ῥιφέντος καὶ πατηθέντος ὑπὸ τῶν Φεραίων, ἄξια πεπονθέναι δόξαντα τῶν παρανομημάτων.
他们当中一人按住他的双脚,一人抓住他的头发将头向后扯起,第三人则挥剑将其刺死;就死亡的迅疾而言,他的死或许比他应得的要温和得多,但作为唯一一位或首位死于自己发妻之手的僭主,加之死后尸体被费赖人抛弃和践踏的凌辱,他被认为承受了与其种种暴行相称的报应。
- 35.2ἣν δὲ ὀλίγον ὕστερον τοῖς θεοῖς ὑπὲρ Πελοπίδου δίκην ἔδωκε
属于先行词内引(incorporation)的句式,名词先行词 δίκην 被带入关系代词 ἣν 引导的关系节内部。整个关系从句在语法上充当主句及物动词 διηγήσομαι 的直接宾语,相当于 τὴν δίκην ἣν ἔδωκε。
- 35.5βούλεσθαι γὰρ ἀναπαύεσθαι μεθʼ ἡσυχίας ἐκεῖνον
此处虽由表示原因的连词 γάρ 引导,但因承接前面的 προσέταξεν(命令)而转化为间接引语,采用了带不定式的宾格结构(accusativus cum infinitivo)。宾格主语 ἐκεῖνον 指正在房中休息的亚历山大,表述了忒拜对仆人所托之辞。
- 35.7τῷ μὲν τάχει τῆς τελευτῆς ... τῷ δὲ μόνον ἢ πρῶτον τυράννων ὑπὸ γυναικὸς ἰδίας ἀπολέσθαι, καὶ τῇ μετὰ θάνατον αἰκίᾳ
修饰句末分词 ἀποθανόντα 和 δόξαντα 的关系/方式与格,通过 μέν...δέ 形成对比。就死亡的迅速而言(τῷ τάχει),他的死或许比应得的要温和;但从死于己妻之手(带冠词不定式 τῷ ἀπολέσθαι)以及死后尸体遭受辱凌(τῇ αἰκίᾳ)的方面来看,他被认为得到了与其罪行相称的报应。
