- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:33.1-33.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在犬头山之战获胜后,色萨利军民全军陷入极度悲恸之中,并在色萨利长老们的恳求下,忒拜人准许由他们亲手安葬珀罗皮达斯的遗体。
τὸ μὲν οὖν Θηβαίων τοὺς παρόντας ἐπὶ τῇ τοῦ Πελοπίδου τελευτῇ βαρέως φέρειν,1 πατέρα καὶ σωτῆρα καὶ διδάσκαλον τῶν μεγίστων καὶ καλλίστων ἀγαθῶν ἀποκαλοῦντας ἐκεῖνον, οὐ πάνυ θαυμαστὸν ἦν· οἱ δὲ Θεσσαλοὶ καὶ οἱ σύμμαχοι πᾶσαν ἀνθρωπίνῃ πρέπουσαν ἀρετῇ τιμὴν τοῖς ψηφίσμασιν ὑπερβαλόντες, ἔτι μᾶλλον ἐπεδείξαντο τοῖς πάθεσι τὴν πρὸς τὸν ἄνδρα χάριν, τοὺς μὲν γὰρ παραγεγονότας τῷ ἔργῳ λέγουσι μήτε θώρακα θέσθαι μήτε ἵππον ἐκχαλινῶσαι μήτε τραῦμα δήσασθαι πρότερον, ὡς ἐπύθοντο τὴν ἐκείνου τελευτήν, ἀλλὰ μετὰ τῶν ὅπλων θερμοὺς ἰόντας ἐπὶ τὸν νεκρόν ὥσπερ αἰσθανόμενον, τὰ τῶν πολεμίων κύκλῳ περὶ τὸ σῶμα σωρεύειν λάφυρα, κεῖραι δὲ ἵππους, κείρασθαι δὲ καὶ αὐτούς.
在场的忒拜人对珀罗皮达斯的阵亡深感悲痛,称他为最崇高、最美好之善事的父亲、救主和导师,这本不足为奇;然而色萨利人及同盟者们不仅在法令中赋予了他一切合乎凡人美德的最高荣衔,更以自身的真情流露,进一步表达了对这位英雄的深切感恩。因为据说参战的人在听闻他的死讯时,既没有卸下胸甲,也没有解开马辔,甚至没有先包扎自己的伤口,而是带着未凉的血气、全副武装地奔向遗体,仿佛他还能够感知一样,将敌军的战利品堆积在尸体周围,剪短了战马的鬃毛,也剪掉了他们自己的头发。
ἀπιόντας δὲ πολλοὺς ἐπὶ σκηνὰς μήτε πῦρ ἀνάψαι μήτε δεῖπνον ἑλέσθαι, σιγὴν δὲ καὶ κατήφειαν εἶναι τοῦ στρατοπέδου παντός, ὥσπερ οὐ νενικηκότων ἐπιφανεστάτην νίκην καὶ μεγίστην, ἀλλʼ ἡττημένων2 ὑπὸ τοῦ τυράννου καὶ καταδεδουλωμένων.
许多人回到营帐后,既不生火,也不进食,全军上下陷入了死一般的沉寂与沮丧之中,仿佛他们并非取得了一场辉煌无比的大捷,而是被僭主所击溃并沦为奴隶一般。
ἐκ δὲ τῶν πόλεων, ὡς ἀπηγγέλθη ταῦτα, παρῆσαν αἵ τε ἀρχαὶ καὶ μετʼ αὑτῶν ἔφηβοι καὶ παῖδες καὶ ἱερεῖς πρὸς τὴν ὑποδοχὴν τοῦ σώματος, τρόπαια καὶ στεφάνους καὶ πανοπλίας χρυσᾶς ἐπιφέροντες. ὡς δὲ ἔμελλεν ἐκκομίζεσθαι τὸ σῶμα, προσελθόντες οἱ πρεσβύτατοι τῶν Θεσσαλῶν ᾐτοῦντο τοὺς Θηβαίους διʼ αὑτῶν θάψαι τὸν νεκρόν. εἷς δὲ αὑτῶν ἔλεγεν· ἄνδρες σύμμαχοι, χάριν αἰτοῦμεν παρʼ ὑμῶν κόσμον ἡμῖν ἐπὶ ἀτυχίᾳ τοσαύτῃ καὶ παραμυθίαν φέρουσαν.
当消息传到各城邦时,城邦的执政官们同青年、儿童和祭司一起赶来迎接遗体,带来了战利品纪念柱、冠冕和金铠甲。当遗体即将出殡安葬时,色萨利人的长老们走上前来,恳求忒拜人允许由色萨利人亲自埋葬死者;其中一人这样说道: “同盟军的诸位,我们向你们请求一份恩典,在这巨大的灾难中,这将带给我们莫大的荣耀与慰藉。
οὐ γὰρ ζῶντα Θεσσαλοὶ Πελοπίδαν προπέμψουσιν, οὐδὲ αἰσθανομένῳ τὰς ἀξίας τιμὰς ἀποδώσουσιν, ἀλλʼ ἐὰν ψαῦσαί τε τοῦ νεκροῦ τύχωμεν καὶ διʼ αὑτῶν κοσμῆσαι καὶ θάψαι τὸ σῶμα, δόξομεν ὑμῖν οὐκ ἀπιστεῖν ὅτι μείζων ἡ συμφορὰ γέγονε Θετταλοῖς ἢ Θηβαίοις·3 ὑμῖν μὲν γὰρ ἡγεμόνος ἀγαθοῦ μόνον, ἡμῖν δὲ καὶ τούτου καὶ τῆς ἐλευθερίας στέρεσθαι συμβέβηκε. πῶς γὰρ ἔτι τολμήσομεν αἰτῆσαι στρατηγὸν ἄλλον παρʼ ὑμῶν οὐκ ἀποδόντες Πελοπίδαν; ταῦτα μὲν οἱ Θηβαῖοι συνεχώρησαν.
因为色萨利人再也无法护送活着的珀罗皮达斯,也无法向有知觉的他奉献应得的崇敬;但若能让我们得以抚触遗体,亲手收殓并安葬尸身,便会使你们相信,我们确知色萨利人所遭逢的浩劫比忒拜人更为惨重;因为对你们而言,失去的仅仅是一位优秀的统帅,而对我们而言,失去的不仅是他,更有我们的自由。因为我们未能将珀罗皮达斯送还,今后又怎敢再向你们请求委派另一位统帅呢?” 忒拜人同意了这些请求。
- 33.1τὸ μὲν οὖν Θηβαίων τοὺς παρόντας ἐπὶ τῇ τοῦ Πελοπίδου τελευτῇ βαρέως φέρειν
带冠词的不定式短语(τὸ ... βαρέως φέρειν)置于句首,充当主句谓语 οὐ πάνυ θαυμαστὸν ἦν 的主语。不定式复合结构的逻辑主语为宾格 τοὺς παρόντας,前置的属格 Θηβαίων 为部分属格(“在场的忒拜人”)。
- 33.3ὥσπερ οὐ νενικηκότων ἐπιφανεστάτην νίκην καὶ μεγίστην, ἀλλʼ ἡττημένων
由 ὥσπερ 引导的属格独立结构,其逻辑主语承前指代全营军士(τοῦ στρατοπέδου παντός 所涵指的人)。通常 ὥσπερ 从句多用 μή,此处采用 οὐ 旨在强化对客观事实(“实际上他们赢得了胜利”)的否定语气。
- 33.5δόξομεν ὑμῖν οὐκ ἀπιστεῖν ὅτι μείζων ἡ συμφορὰ γέγονε Θετταλοῖς ἢ Θηβαίοις
δόξομεν 采取了人称结构(“我们将被你们认为……”)。不定式 οὐκ ἀπιστεῖν(“并非不相信/并未不承认”)结合 ὅτι 从句构成双重否定(缓叙修辞),委婉而谦逊地表达:“你们当会确信,我们绝非没有认识到色萨利人所承受的灾祸远重于忒拜人”。
