← 普鲁塔克

佩洛皮达斯传

§32.1-32.7

犬头山之战与珀罗皮达斯阵亡

在犬头山之战中,珀罗皮达斯亲自整顿受挫的步兵挽回战局,但因发现亚历山大而愤然单骑突入敌阵,最终中创阵亡,而其盟友与骑兵则取得了全盘胜利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32.1

ὡς οὖν εἰς Φάρσαλον ἐλθὼν ἤθροισε τὴν δύναμιν, εὐθὺς ἐβάδιζεν ἐπὶ τὸν Ἀλέξανδρον. ὁ δὲ Θηβαίους μὲν ὀλίγους περὶ τὸν Πελοπίδαν ὁρῶν, αὐτὸς δὲ πλείους ἔχων ἢ διπλασίους ὁπλίτας τῶν Θεσσαλῶν1 ἀπήντα πρὸς τὸ Θετίδειον. εἰπόντος δέ τινος τῷ Πελοπίδᾳ πολλοὺς ἔχοντα τὸν τύραννον ἐπέρχεσθαι, βέλτιον, ἔφη, πλείονας γὰρ νικήσομεν.

于是,当他抵达法萨卢斯并集结了军队之后,便立刻向亚历山大进发。亚历山大见珀罗皮达斯身边的忒拜军人数不多,而自己的重装步兵是色萨利军队的两倍以上,便前往忒提狄翁迎战。有人向珀罗皮达斯报告说僭主正率领大军逼近,他说: “那更好, 因为我们将击败更多的人。”

§32.2

ἀνατεινόντων δὲ πρὸς τὸ μέσον κατὰ τὰς καλουμένας Κυνὸς κεφαλὰς λόφων περικλινῶν καὶ ὑψηλῶν, ὥρμησαν ἀμφότεροι τούτους καταλαβεῖν τοῖς πεζοῖς. τοὺς δʼ ἱππεῖς ὁ Πελοπίδας πολλοὺς κἀγαθοὺς ὄντας ἐφῆκε τοῖς ἱππεῦσι τῶν πολεμίων, ὡς δὲ οὗτοι μὲν ἐκράτουν καὶ συνεξέπεσον εἰς τὸ πεδίον τοῖς φεύγουσιν, ὁ δὲ Ἀλέξανδρος ἔφθη τοὺς λόφους καταλαβών, τοῖς ὁπλίταις τῶν Θεσσαλῶν ὕστερον ἐπερχομένοις καὶ πρὸς ἰσχυρὰ καὶ μετέωρα χωρία βιαζομένοις ἐμβαλὼν ἔκτεινε τοὺς πρώτους, οἱ δὲ ἄλλοι πληγὰς λαβόντες οὐδὲν ἔπρασσον. κατιδὼν οὖν ὁ Πελοπίδας τοὺς μὲν ἱππεῖς ἀνεκαλεῖτο καὶ πρὸς τὸ συνεστηκὸς τῶν πολεμίων ἐλαύνειν ἐκέλευεν, αὐτὸς δὲ συνέμιξε δρόμῳ τοῖς περὶ τοὺς λόφους μαχομένοις εὐθὺς τὴν ἀσπίδα λαβών.

由于在被称为“犬头”的地方,地势险峻而高耸的丘陵一直延伸至两军之间,双方都急于用步兵抢占这些制高点。珀罗皮达斯派遣麾下人数众多且精锐的骑兵迎战敌方骑兵;当己方骑兵取胜并随着溃逃的敌军冲入平原之际,亚历山大却已先一步占领了丘陵;他向下猛攻随后赶来并极力冲向高峻险要之地的色萨利重装步兵,斩杀了排头者,其余人遭受打击后也无法取得进展。珀罗皮达斯见状,立即召回骑兵,命他们冲击敌方集结的阵列,自己则立刻拿起盾牌,奔跑着加入了在丘陵周围作战的部队。

§32.4

καὶ διὰ τῶν ὄπισθεν ὠσάμενος εἰς τοὺς πρώτους τοσαύτην ἐνεποίησε ῥώμην καὶ προθυμίαν ἅπασιν ὥστε καὶ τοῖς πολεμίοις ἑτέρους δοκεῖν γεγονότας καὶ σώμασι καὶ ψυχαῖς ἐπέρχεσθαι. καὶ δύο μὲν ἢ τρεῖς ἀπεκρούσαντο προσβολάς, ὁρῶντες δὲ καὶ τούτους ἐπιβαίνοντας εὐρώστως καὶ τὴν ἵππον ἀπὸ τῆς διώξεως ἀναστρέφουσαν εἶξαν, ἐπὶ σκέλος ποιούμενοι τὴν ἀναχώρησιν.2

他从后方穿过阵列挤至最前排,给全军注入了极大的力量与士气,以至于在敌人看来,他们仿佛身心皆已换了一人似地猛扑过来。敌军击退了两三次冲锋,但看到对方依然强劲地步步攀登,而骑兵也结束追击转回杀来,便开始退却,采取面向敌人步步倒退的方式撤退。

§32.5

ὁ δέ Πελοπίδας ἀπὸ τῶν ἄκρων κατιδὼν ἅπαν τὸ στρατόπεδον τῶν πολεμίων οὔπω μὲν εἰς φυγὴν τετραμμένον, ἤδη δὲ θορύβου καὶ ταραχῆς ἀναπιμπλάμενον, ἔστη καὶ περιέβλεψεν αὐτὸν ζητῶν τὸν Ἀλέξανδρον. ὡς δʼ εἶδεν ἐπὶ τοῦ δεξιοῦ παραθαρρύνοντα καὶ συντάττοντα τοὺς μισθοφόρους, οὐ κατέσχε τῷ λογισμῷ τὴν ὀργήν, ἀλλὰ πρὸς τὴν βλέψιν ἀναφλεχθείς καὶ τῷ θυμῷ παραδοὺς τὸ σῶμα καὶ τὴν ἡγεμονίαν τῆς πράξεως, πολὺ πρὸ τῶν ἄλλων ἐξαλόμενος ἐφέρετο βοῶν καὶ προκαλούμενος τὸν τύραννον. ἐκεῖνος μὲν οὖν οὐκ ἐδέξατο τὴν ὁρμὴν οὐδὲ ὑπέμεινεν, ἀλλʼ ἀναφυγὼν πρὸς τοὺς δορυφόρους ἐνέκρυψεν ἑαυτόν, τῶν δὲ μισθοφόρων οἱ μὲν πρῶτοι συμβαλόντες εἰς χεῖρας ἀνεκόπησαν ὑπὸ τοῦ Πελοπίδου, τινὲς δὲ καὶ πληγέντες ἐτελεύτησαν, οἱ δὲ πολλοὶ τοῖς δόρασι πόρρωθεν διὰ τῶν ὅπλων τύπτοντες αὐτὸν κατετραυμάτιζον, ἕως οἱ Θεσσαλοὶ περιπαθήσαντες ἀπὸ τῶν λόφων δρόμῳ προσεβοήθησαν, ἤδη πεπτωκότος,3 οἵ τε ἱππεῖς προσελάσαντες ὅλην ἐτρέψαντο τὴν φάλαγγα καὶ διώξαντες ἐπὶ πλεῖστον ἐνέπλησαν νεκρῶν τὴν χώραν, πλέον ἢ τρισχιλίους καταβαλόντες.

珀罗皮达斯从高地俯瞰,见敌方全军虽尚未溃逃,却已充斥着骚动与混乱,便停下脚步环顾四周,寻找亚历山大本人。当他看到亚历山大正在右翼鼓舞并编整雇佣军时,理智再也无法遏制他的怒火;而是见此情景便怒火中烧,将自己的身躯和全盘行动的统帅之责全交付于狂怒之中,远远跃出众人之前,一边高呼向僭主挑战,一边猛冲过去。那僭主既不敢迎击这股冲劲,也没有坚守,反而逃回护卫队中藏匿起来;而雇佣兵中最初与珀罗皮达斯短兵相接的被他击退,有些人中招倒地丧命;但多数人从远处用长矛穿透他的铠甲刺击他,使他身负重伤;直到色萨利人悲痛万分,从丘陵上飞奔前来援救时,他已经倒下了;随后赶来的骑兵击溃了整条步兵方阵,追击极远,斩杀了三千多人,使尸体布满了大地。

语法注3 条
  1. 32.1πλείους ἔχων ἢ διπλασίους ὁπλίτας τῶν Θεσσαλῶν

    在此比较结构中,τῶν Θεσσαλῶν 为比较属格,由比较结构 πλείους ἢ διπλασίους 所统辖,表示与珀罗皮达斯麾下的色萨利重装步兵人数相比较(“拥有色萨利人两倍以上的重装步兵”)。

  2. 32.4ἐπὶ σκέλος ποιούμενοι τὴν ἀναχώρησιν

    军事习语。短语 ἐπὶ σκέλος 作状语修饰 ποιούμενοι τὴν ἀναχώρησιν,意为“一步一步后退”或“面向敌人倒退撤退”(保持阵型与戒备的有序退却),与转身溃逃(φυγή)相对。

  3. 32.7ἤδη πεπτωκότος

    独立属格结构。逻辑主语(αὐτοῦ,指珀罗皮达斯)因上下文语境显而易见而被省略,意为“当他已经倒下时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:32.1-32.7