- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:31.1-31.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
出使波斯大获成功后,珀罗皮达斯响应受费赖的亚历山大暴虐侵凌的色萨利诸城的求援,在日食这一凶兆令大军止步之际,毅然只率少数自愿者奔赴疆场。
ἡ μὲν οὖν πρεσβεία τῷ Πελοπίδᾳ προσέθηκεν οὐ μικρὰν εὔνοιαν ἐπανελθόντι, διὰ τὸν Μεσσήνης συνοικισμὸν καὶ τὴν τῶν ἄλλων Ἑλλήνων αὐτονομίαν· Ἀλεξάνδρου δὲ τοῦ Φεραίου πάλιν εἰς τὴν αὐτοῦ φύσιν ἀναδραμόντος καὶ Θεσσαλῶν μὲν οὐκ ὀλίγας περικόπτοντος πόλεις, Φθιώτας δὲ Ἀχαιοὺς ἅπαντας καὶ τὸ Μαγνήτων ἔθνος ἔμφρουρον πεποιημένου, πυνθανόμεναι Πελοπίδαν ἐπανήκειν αἱ πόλεις εὐθὺς ἐπρέσβευον εἰς Θήβας αἰτούμεναι δύναμιν καὶ στρατηγὸν ἐκεῖνον.
因此,这次出使不仅使麦西尼亚得以重新建居,也为其他希腊人赢得了自治,因而给归来的珀罗皮达斯带来了极高的人望。然而,当费赖的亚历山大再次回归他自己的本性,侵吞了色萨利人的不少城邦,并将整个弗提奥提斯阿哈伊亚人以及马格涅西亚部族尽数置于守备队的控制之下时,各城邦得知珀罗皮达斯已经归国,便立刻遣使前往忒拜,请求出兵并由他出任统帅。
ψηφισαμένων δὲ τῶν Θηβαίων προθύμως, καὶ ταχὺ πάντων ἑτοίμων γενομένων καὶ τοῦ στρατηγοῦ περὶ ἔξοδον ὄντος, ὁ μὲν ἥλιος ἐξέλιπε καὶ σκότος ἐν ἡμέρᾳ τὴν πόλιν ἔσχεν, ὁ δὲ Πελοπίδας ὁρῶν πρὸς τὸ φάσμα συντεταραγμένους ἅπαντας οὐκ ᾤετο δεῖν βιάζεσθαι καταφόβους καὶ δυσέλπιδας ὄντας, οὐδὲ ἀποκινδυνεύειν ἑπτακισχιλίοις πολίταις,1 ἀλλʼ ἑαυτὸν μόνον τοῖς Θεσσαλοῖς ἐπιδούς καὶ τριακοσίους τῶν ἱππέων ἐθελοντὰς ἀναλαβὼν καὶ ξένους ἐξώρμησεν, οὔτε τῶν μάντεων ἐώντων οὔτε τῶν ἄλλων συμπροθυμουμένων πολιτῶν μέγα γὰρ ἐδόκει καὶ πρὸς ἄνδρα λαμπρὸν ἐξ οὐρανοῦ γεγονέναι σημεῖον. ὁ δὲ ἦν μὲν καὶ διʼ ὀργὴν ὧν καθύβριστο2 θερμότερος ἐπὶ τὸν Ἀλέξανδρον, ἤλπιζε δὲ καὶ τὴν οἰκίαν αὐτοῦ νοσοῦσαν ἤδη καὶ διεφθαρμένην εὑρήσειν ἐξ ὧν διείλεκτο τῇ Θήβῃ.
当忒拜人满怀热忱地通过了这项决议,一切筹备迅速就绪、统帅正欲拔营出征之际,太阳突然发生日食,白昼之中黑暗笼罩了全城。珀罗皮达斯见众人都被这一异象吓得惊慌失措,认为不应当强迫那些满怀恐惧与悲观的人,也不该拿七千名公民去冒生命危险;于是他只将自己一人奉献给色萨利人,带上了三百名自愿随行的骑兵和雇佣兵便启程出发,此时占卜官们既不赞同,其他公民也不愿分担他的热忱;因为来自天空的预兆看似极为重大,且被认为是指向一位赫赫有名的人物。然而他本人一方面因所遭受的凌辱而愤恨难平,对亚历山大燃起更为炽烈的怒火;另一方面他也指望凭借此前与特柏的交谈,发现对方的家族早已内讧重重、溃败在即。
μάλιστα δʼ αὐτὸν καὶ παρεκάλει τὸ τῆς πράξεως κάλλος, ἐπιθυμοῦντα καὶ φιλοτιμούμενον, ἐν οἷς χρόνοις Λακεδαιμόνιοι Διονυσίῳ τῷ Σικελίας τυράννῳ στρατηγοὺς καὶ ἁρμοστὰς ἔπεμπον, Ἀθηναῖοι δὲ μισθοδότην Ἀλέξανδρον εἶχον καὶ χαλκοῦν ἵστασαν ὡς εὐεργέτην, τότε τοῖς Ἕλλησιν ἐπιδεῖξαι3 Θηβαίους μόνους ὑπὲρ τῶν τυραννουμένων στρατευομένους καὶ καταλύοντας ἐν τοῖς Ἕλλησι τὰς παρανόμους καὶ βιαίους δυναστείας.
最打动他的,莫过于这一壮举本身的崇高与光彩;他渴望并满怀抱负地要在那个时期向全希腊人证明:正当拉刻代蒙人向西西里僭主狄奥尼修斯派遣将领与地方总督,雅典人从亚历山大处领取资助并立青铜像尊奉其为恩主之际,唯独忒拜人是在为了被僭主压迫的人民出征作战,并在希腊各地推翻那些不法而暴虐的专制统治。
- 31.2ἀποκινδυνεύειν ἑπτακισχιλίοις πολίταις
与格 ἑπτακισχιλίοις πολίταις 依附于动词 ἀποκινδυνεύειν(使冒险、以……作赌注)。它可以理解为表示手段或赌注的与格(在冒险中押上的筹码),亦可视为受损与格(dativus incommodi),意即“拿七千名公民去冒险/使七千名公民陷入险境”。
- 31.3διʼ ὀργὴν ὧν καθύβριστο
关系代词 ὧν 属于关系代词格同化(relative attraction)现象。其原始结构应为由被动动词 καθύβριστο 所带的内在宾格 ἃ(指其遭受的屈辱),在此受到 διʼ ὀργήν 所省略的属格先行词 τούτων 的同化而变为属格 ὧν(即 διʼ ὀργὴν [τούτων] ὧν καθύβριστο),意为“因自身所受的屈辱而心怀愤怒”。
- 31.4ἐν οἷς χρόνοις ... τότε ... ἐπιδεῖξαι
不定式 ἐπιδεῖξαι 受分词 ἐπιθυμοῦντα καὶ φιλοτιμούμενον(渴望并满怀抱负去展示)支配,亦可视为名词短语 τὸ τῆς πράξεως κάλλος(该壮举之高尚)的同位语解释。时间关系从句 ἐν οἷς χρόνοις... 与副词 τότε 构成呼应(correlative),鲜明地将斯巴达与雅典勾结僭主的行径,同忒拜在彼时彼刻挺身抗暴的独一无二之举形成对比。
