- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:30.1-30.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
为对抗拉刻代蒙与雅典的使节,珀罗皮达斯出使波斯大王阿尔塔薛西斯处,凭借盖世战功与真诚品性赢得极高礼遇并取得全面外交胜利。珀罗皮达斯对厚礼的拒绝反衬出其他使臣的受贿行径,致使雅典使臣蒂玛戈拉斯被处死刑。
οἱ δὲ Θηβαῖοι παρὰ τῶν Λακεδαιμονίων καὶ τῶν Ἀθηναίων αἰσθόμενοι πρὸς τὸν μέγαν βασιλέα πρέσβεις ἀναβαίνοντας ὑπὲρ συμμαχίας, ἔπεμψαν καὶ αὐτοὶ Πελοπίδαν, ἄριστα βουλευσάμενοι πρὸς τὴν δόξαν αὐτοῦ. πρῶτον μὲν γὰρ ἀνέβαινε διὰ τῶν βασιλέως ἐπαρχιῶν ὀνομαστὸς ὢν καὶ περιβόητος· οὐ γὰρ ἠρέμα διῖκτο τῆς Ἀσίας οὐδʼ ἐπὶ μικρὸν ἡ δόξα τῶν πρὸς Λακεδαιμονίους ἀγώνων, ἀλλʼ, ὡς πρῶτος περὶ τῆς ἐν Λεύκτροις μάχης ἐξέδραμε λόγος, ἀεί τινος καινοῦ προστιθεμένου κατορθώματος αὐξανομένη καὶ ἀναβαίνουσα πορρωτάτω κατέσχεν ἔπειτα τοῖς ἐπὶ θύραις σατράπαις καὶ στρατηγοῖς καὶ ἡγεμόσιν ὀφθείς θαῦμα καὶ λόγον παρέσχεν, ὡς οὗτος ἀνήρ ἐστιν ὁ γῆς καὶ θαλάττης ἐκβαλὼν Λακεδαιμονίους καὶ συστείλας ὑπὸ Ταΰγετον καὶ τὸν Εὐρώταν τὴν Σπάρτην τὴν ὀλίγον ἔμπροσθεν βασιλεῖ τῷ μεγάλῳ καὶ Πέρσαις διʼ Ἀγησιλάου τὸν περὶ Σούσων καὶ Ἐκβατάνων ἐπαραμένην πόλεμον.
当忒拜人得知拉刻代蒙人与雅典人派使臣前往大王处寻求结盟时,他们也派出了珀罗皮达斯,就他的威名而言,这是一个最为精明的决断。首先,他穿过大王的行省而上,本身就已名扬四海、妇孺皆知;因为与拉刻代蒙人交战的名声,在亚洲绝非悄然无息或轻描淡写地流传,而是自留克特拉战役的消息最初传开以来,随着一项项新的战功不断叠加而日渐扩大,远播至最偏远之地,席卷了整片疆土。随后,他在宫廷的各省总督、将领与长官面前一亮相,便引得人人惊叹议论,认定此人便是将拉刻代蒙人从陆地和海上逐出,并把不久前还通过阿格西劳斯与大王及波斯人为争夺苏萨和埃克巴塔那而开战的斯巴达,死死压制在泰格托斯山与欧罗塔斯河之下的英雄。
ταῦτʼ οὖν ὁ Ἀρταξέρξης ἔχαιρε,1 καὶ τὸν Πελοπίδαν ἐθαύμαζε ἐπὶ τῇ δόξῃ καὶ μέγαν ἐποίει ταῖς τιμαῖς, ὑπὸ τῶν μεγίστων εὐδαιμονίζεσθαι καὶ θεραπεύεσθαι βουλόμενος δοκεῖν. ἐπεὶ δὲ καὶ τὴν ὄψιν αὐτοῦ εἶδε καὶ τοὺς λόγους κατενόησε, τῶν μὲν Ἀττικῶν βεβαιοτέρους, τῶν δὲ Λακεδαιμονίων ἁπλουστέρους ὄντας, ἔτι μᾶλλον ἠγάπησε, καὶ πάθος βασιλικὸν παθὼν οὐκ ἀπεκρύψατο τὴν πρὸς τὸν ἄνδρα τιμήν, οὐδʼ ἔλαθε τοὺς ἄλλους πρέσβεις πλεῖστον νέμων ἐκείνῳ. καίτοι δοκεῖ μάλιστα τῶν Ἑλλήνων Ἀνταλκίδαν τιμῆσαι τὸν Λακεδαιμόνιον, ὅτι τὸν στέφανον, ὃν πίνων περιέκειτο, βάψας εἰς μύρον ἀπέστειλε.
因此阿尔塔薛西斯对此欣喜不已,因其威名而对珀罗皮达斯赞叹备至,并以极高的礼遇尊崇他,希望显得自己正被最伟大的人物所称羡和奉迎。加之当国王亲见其容貌,察觉其言谈比雅典人更坚定、比拉刻代蒙人更坦诚时,便对他越发赏识,甚至萌生出一种君王特有的激情,毫不掩饰对这名男子的尊崇,让其他使节也都清楚地看到国王将最高的厚遇赐予了他。诚然,国王被认为在希腊人中最敬重拉刻代蒙人安塔尔基达斯,因为他曾将自己饮酒时佩戴的冠冕浸入香膏中赠送给对方。
Πελοπίδᾳ δὲ οὕτω μὲν οὐκ ἐνετρύφησε, δῶρα δὲ λαμπρότατα καὶ μέγιστα τῶν νομιζομένων ἐξέπεμψε καὶ τὰς ἀξιώσεις ἐπεκύρωσεν, αὐτονόμους μὲν εἶναι τοὺς Ἕλληνας, οἰκεῖσθαι δὲ Μεσσήνην, Θηβαίους δὲ πατρικοὺς φίλους νομίζεσθαι βασιλέως. ταύτας ἔχων τὰς ἀποκρίσεις, τῶν δὲ δώρων οὐδὲν ὅ τι μὴ2 χάριτος ἦν σύμβολον καὶ φιλοφροσύνης δεξάμενος, ἀνέζευξεν· ὃ καὶ μάλιστα τοὺς ἄλλους πρέσβεις διέβαλε.
但对珀罗皮达斯,国王并未施加这类轻浮的玩闹,而是送去了依惯例最为辉煌显赫的重礼,并批准了他的各项诉求:希腊人当享自治,麦西尼亚当恢复建居,忒拜人当被视为大王世袭的友邦。得到这些答复后,珀罗皮达斯除了象征善意与亲睦的纪念之物外,未收受任何礼品,便启程回国;而正是这一点,令其余各国使节陷入极大的非议之中。
Τιμαγόραν γοῦν Ἀθηναῖοι κρίναντες ἀπέκτειναν, εἰ μὲν ἐπὶ τῷ πλήθει τῶν δωρεῶν, ὀρθῶς καὶ δικαίως· οὐ γὰρ μόνον χρυσίον οὐδʼ ἀργύριον ἔλαβεν, ἀλλὰ καὶ κλίνην πολυτελῆ καὶ στρώτας θεράποντας, ὡς τῶν Ἑλλήνων οὐκ ἐπισταμένων, ἔτι δὲ βοῦς ὀγδοήκοντα καὶ βουκόλους, ὡς δὴ πρὸς ἀρρωστίαν τινὰ γάλακτος βοείου δεόμενος, τέλος δὲ κατέβαινεν ἐπὶ θάλασσαν ἐν φορείῳ κομιζόμενος, καὶ τέσσαρα τάλαντα τοῖς κομίζουσι μισθὸς ἐδόθη παρὰ βασιλέως· ἀλλʼ ἔοικεν οὐχ ἡ δωροδοκία μάλιστα παροξῦναι τοὺς Ἀθηναίους.
雅典人便审判并处决了蒂玛戈拉斯;若这是因其收受礼物的数量,倒也合情合理;因为他不仅接受了金银,还接受了奢华的卧榻以及负责铺床的奴仆,仿佛希腊人不知如何铺床似的,此外还接受了八十头母牛与牧人,托词是他因患有某种虚弱症而需要饮用牛乳,最后他甚至是乘着轿子下到海边,由大王出资四个塔兰同作为轿夫的酬劳。然而,最激怒雅典人的似乎并非受贿本身。
Ἐπικράτους γοῦν ποτε τοῦ σακεσφόρου μήτε ἀρνουμένου δῶρα δέξασθαι παρὰ βασιλέως, ψήφισμά τε γράφειν φάσκοντος ἀντὶ τῶν ἐννέα ἀρχόντων χειροτονεῖσθαι κατʼ ἐνιαυτὸν ἐννέα πρέσβεις πρὸς βασιλέα τῶν δημοτικῶν καὶ πενήτων, ὅπως λαμβάνοντες εὐπορῶσιν, ἐγέλασεν ὁ δῆμος· ἀλλʼ ὅτι Θηβαίοις ἐγεγόνει πάντα χαλεπῶς ἔφερον, οὐ λογιζόμενοι τὴν Πελοπίδου δόξαν, ὅσων ἦν ῥητορειῶν καὶ λόγων κρείττων3 παρʼ ἀνθρώπῳ θεραπεύοντι τοὺς τῶν ὅπλων ἀεὶ κρατοῦντας.
至少,有一次当背盾人埃庇克拉特斯不仅不否认曾收受大王的礼物,反而声称要提出一项法令,主张每年不再选拔九名执政官,而是从平民与穷人中选派九名使节前往大王处,好让他们通过受赏致富时,民众只是哄堂大笑;他们真正难以忍受的,是忒拜人赢得了所有诉求,却未能想到在一位向来奉迎常胜之军的君王面前,珀罗皮达斯的盛名究竟比任何雄辩与辞令拥有何等更大的力量。
- 30.3ταῦτʼ οὖν ὁ Ἀρταξέρξης ἔχαιρε
动词 χαίρω 通常支配与格或 ἐπί +与格;此处中性代词 ταῦτα 用作内制宾格或副词性宾格(“就这些方面感到欣喜”)。
- 30.5οὐδὲν ὅ τι μὴ
惯用的双重否定省略结构(字面为“没有任何[不是]……的[东西]”),意即“除……之外一概不(接受)”。
- 30.7οὐ λογιζόμενοι τὴν Πελοπίδου δόξαν, ὅσων ἦν ῥητορειῶν καὶ λόγων κρείττων
前置先引结构(prolepsis):从属小句(由 ὅσων 引导)中逻辑上的主语“珀罗皮达斯的名声”(ἡ Πελοπίδου δόξα)被提前置于分词 λογιζόμενοι 之后充当直接宾格受词。
