- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:29.1-29.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊帕密浓达取代失职的将领被派往色萨利,残暴的僭主亚历山大为其威名所慑,伊帕密浓达运筹帷幄成功救出珀罗皮达斯等人。
ἐπεὶ δὲ οἱ στρατηγοὶ τῶν Θηβαίων εἰς τὴν Θετταλίαν ἐμβαλόντες ἔπραξαν οὐδέν, ἀλλὰ διʼ ἀπειρίαν ἢ δυστυχίαν αἰσχρῶς ἀνεχώρησαν, ἐκείνων μὲν ἕκαστον ἡ πόλις μυρίαις δραχμαῖς ἐζημίωσεν, Ἐπαμεινώνδαν δὲ μετὰ δυνάμεως ἀπέστειλεν.
忒拜统帅们进军色萨利却一事无成,反因缺乏经验或运气不佳而可耻地退却,于是城邦对其中每人处以一万德拉克马的罚款,并派遣伊帕密浓达率军出征。
εὐθὺς οὖν κίνησίς τις μεγάλη Θετταλῶν ἦν ἐπαιρομένων πρὸς τὴν δόξαν τοῦ στρατηγοῦ, καὶ τὰ πράγματα τοῦ τυράννου ῥοπῆς ἐδεῖτο μικρᾶς ἀπολωλέναι·1 τοσοῦτος ἐνεπεπτώκει φόβος τοῖς περὶ αὐτὸν ἡγεμόσι καὶ φίλοις, τοσαύτη δὲ τοὺς ὑπηκόους ὁρμὴ πρὸς ἀπόστασιν εἶχε καὶ χαρὰ τοῦ μέλλοντος, ὡς νῦν ἐποψομένους2 δίκην διδόντα τὸν τύραννον.
色萨利人闻讯大受振奋,为这位将领的声威所鼓舞,局势顿时出现巨大动荡,僭主的统治只需极微小的倾斜便会覆灭。其身边的将领与亲信陷入极大的恐慌,而属民们也满怀反叛的冲动以及对未来的欣喜,指望如今能亲眼看到僭主伏诛。
οὐ μὴν ἀλλʼ Ἐπαμεινώνδας τὴν αὐτοῦ δόξαν ἐν ὑστέρῳ τῆς Πελοπίδου σωτηρίας τιθέμενος, καὶ δεδοικὼς μὴ τῶν πραγμάτων ταραχθέντων ἀπογνοὺς ἑαυτὸν Ἀλέξανδρος ὥσπερ θηρίον τράπηται πρὸς ἐκεῖνον, ἐπῃωρεῖτο τῷ πολέμῳ, καὶ κύκλῳ περιϊὼν, τῇ παρασκευῇ καὶ τῇ μελλήσει κατεσκεύαζε καὶ συνέστελλε τὸν τύραννον, ὡς μήτε ἀντεῖναι τὸ αὔθαδες αὐτοῦ καὶ θρασυνόμενον μήτε τὸ πικρὸν καὶ θυμοειδὲς ἐξερεθίσαι, πυνθανόμενος τὴν ὠμότητα καὶ τὴν ὀλιγωρίαν τῶν καλῶν καὶ δικαίων, ὡς ζῶντας μὲν ἀνθρώπους κατώρυττεν, ἑτέροις δὲ δέρματα συῶν ἀγρίων καὶ ἄρκτων περιτιθεὶς καὶ τοὺς θηρατικοὺς ἐπάγων κύνας καὶ διέσπα καὶ κατηκόντιζε, παιδιᾷ ταύτῃ χρώμενος, Μελιβοίᾳ δὲ καὶ Σκοτούσῃ, πόλεσιν ἐνσπόνδοις καὶ φίλαις, ἐκκλησιαζούσαις περιστήσας ἅμα τοὺς δορυφόρους ἡβηδὸν ἀπέσφαξε, τὴν δὲ λόγχην ᾗ Πολύφρονα τὸν θεῖον ἀπέκτεινε καθιερώσας καὶ καταστέψας, ἔθυεν ὥσπερ θεῷ καὶ Τύχωνα προσηγόρευε.
然而,伊帕密浓达将自己的声名置于珀罗皮达斯的安全之后,深恐局势一旦大乱,亚历山大陷于绝望便会如野兽般向珀罗皮达斯下毒手;因此他按兵不动,在其周边机动周旋,以严整的备战与刻意的拖延来震慑并约束僭主,既不任其专横妄为之气肆意滋长,也不去激怒其残暴烈性的脾气。因为他深知其残暴以及对公理正义的蔑视:诸如他曾将活人掩埋,或给受害者披上野猪与熊的兽皮,放猎犬将他们撕碎并用标枪刺杀,以此作为消遣;而在同盟且友好的梅里博亚与斯科图萨两座城市举行公民大会时,他让卫队将他们包围,从青年到成年男子尽数屠杀;他还将刺杀叔父波吕弗隆的那柄长矛祝圣并饰以花环,如祭祀神明般向其献祭,并将其命名为“提孔”。
τραγῳδὸν δέ ποτε θεώμενος Εὐριπίδου Τρῳάδας ὑποκρινόμενον ᾤχετο ἀπιὼν ἐκ τοῦ θεάτρου, καὶ πέμψας πρὸς αὐτὸν ἐκέλευε θαρρεῖν καὶ μηδὲν ἀγωνίζεσθαι διὰ τοῦτο χεῖρον, οὐ γὰρ ἐκείνου καταφρονῶν ἀπελθεῖν, ἀλλʼ αἰσχυνόμενος τοὺς πολίτας, εἰ μηδένα πώποτε τῶν ὑπʼ αὐτοῦ φονευομένων ἠλεηκώς, ἐπὶ τοῖς Ἑκάβης καὶ Ἀνδρομάχης κακοῖς ὀφθήσεται δακρύων.
又有一回,当他观看悲剧演员演出欧里庇得斯的《特洛伊妇女》时,竟然起身离开了剧场;他随即派人转告演员,教其安心,切莫因此演得失准,因为他的离席绝非轻视演员,而是羞于面对市民——唯恐自己从未怜悯过任何被他屠杀之人,却在赫卡柏与安德洛玛刻的苦难面前潸然泪下被人撞见。
οὗτος μέντοι τὴν δόξαν αὐτὴν καὶ τοὔνομα καὶ τὸ πρόσχημα τῆς Ἐπαμεινώνδου στρατηγίας καταπλαγείς, "ἔπτηξʼ ἀλέκτωρ δοῦλος ὣς κλίνας πτερόν,3" καὶ τοὺς ἀπολογησομένους ταχὺ πρὸς αὐτὸν ἔπεμπεν. ὁ δὲ συνθέσθαι μὲν εἰρήνην καὶ φιλίαν πρὸς τοιοῦτον ἄνδρα Θηβαίοις οὐχ ὑπέμεινε, σπεισάμενος δέ τριακονθημέρους ἀνοχὰς τοῦ πολέμου καὶ λαβὼν τὸν Πελοπίδαν καὶ τὸν Ἰσμηνίαν ἀνεχώρησεν.
然而,正是这位僭主,被伊帕密浓达统军的盛名、威望与赫赫声势所震慑,“如斗败之雄鸡耷拉着翅膀退缩”,急忙派人前去为自己辩解。但伊帕密浓达绝不能容忍忒拜人与这种恶徒缔结和约与友谊,他在订立了三十天停战协定、接回珀罗皮达斯与伊斯梅尼亚斯之后,便率军撤回。
- 29.2ῥοπῆς ἐδεῖτο μικρᾶς ἀπολωλέναι
ῥοπῆς 为动词 ἐδεῖτο 所要求的表示缺失或分量的属格(意为“欠缺/只需天平的微小倾斜”)。完成时主动不定词 ἀπολωλέναι 作说明性结果不定词使用,整句表达“只需微小的倾斜便足以覆灭”(即濒临毁灭边缘)。
- 29.2ὡς νῦν ἐποψομένους
带有连词 ὡς 的将来时分词宾格 ἐποψομένους,在性、数、格上与前文的主动词宾语 τοὺς ὑπηκόους 一致。ὡς 加分词表示主观意图或期待(“指望着如今能亲眼看到”),此处属于与宾语一致的修饰用法,而非宾格独立结构。
- 29.6ἔπτηξʼ ἀλέκτωρ δοῦλος ὣς κλίνας πτερόν
引用自悲剧或未知诗篇的韵文。ἔπτηξʼ(ἔπτηξε)为动词 πτήσσω 的不定过去时直陈式,表示畏惧退缩。带有重音的后置连接词 ὣς 表示比喻“如同”,将僭主的服软比作“斗败服输的雄鸡”(δοῦλος ἀλέκτωρ)垂下翅膀畏缩不前。
