← 普鲁塔克

佩洛皮达斯传

§2.1-2.5

将领安危的重要性与同马尔凯鲁斯的并列

作者指出统帅犹如全军之头脑,其保全事关全军安危,因而斥责将领无端涉险之鲁莽,并以此引出因类似轻率而牺牲的佩洛皮达斯与马尔凯鲁斯的合传立意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

εἰ γὰρ, ὡς Ἰφικράτης διῄρει, χερσὶ μὲν ἐοίκασιν οἱ ψιλοί, ποσὶ δὲ τὸ ἱππικόν, αὐτὴ δὲ ἡ φάλαγξ στέρνῳ καὶ θώρακι, κεφαλῇ δὲ ὁ στρατηγός, οὐχ αὐτοῦ δόξειεν ἂν ἀποκινδυνεύων παραμελεῖν καὶ θρασυνόμενος, ἀλλʼ ἁπάντων, οἷς ἡ σωτηρία γίνεται διʼ αὐτοῦ καὶ τοὐναντίον, ὅθεν ὁ Καλλικρατίδας, καίπερ ὢν τἆλλα μέγας, οὐκ εὖ πρὸς τὸν μάντιν εἶπε· δεομένου γὰρ αὐτοῦ φυλάττεσθαι θάνατον, ὡς τῶν ἱερῶν προδηλούντων, ἔφη μὴ παρʼ ἕνα εἶναι τὰν Σπάρταν.1

因为如果正如伊菲克拉特所划分的那样,轻装步兵好比双手,骑兵好比双足,方阵本身好比胸膛与胸甲,而将领好比头颅,那么当他甘冒危险、鲁莽行事时,他所忽视的似乎不是他自己,而是安全及其反面由他所系的全体人员。因此,卡利克拉提达斯在其他方面虽堪称伟大,对占卜者所说的话却欠妥;因为当占卜者恳求他防备死亡,理由是祭品显露了预兆时,他却声称斯巴达并不系于一人。

§2.2

μαχόμενος γὰρ εἷς ἦν καὶ πλέων καὶ στρατευόμενος ὁ Καλλικρατίδας, στρατηγῶν δὲ τὴν ἁπάντων εἶχε συλλαβὼν ἐν αὑτῷ δύναμιν, ὥστε οὐκ ἦν εἷς ᾧ τοσαῦτα συναπώλλυτο. βέλτιον δὲ Ἀντίγονος ὁ γέρων, ὅτε ναυμαχεῖν περὶ Ἄνδρον ἔμελλεν, εἰπόντος τινὸς ὡς πολὺ πλείους αἱ τῶν πολεμίων νῆες εἶεν, ἐμὲ δὲ αὐτὸν, ἔφη, πρὸς πόσας ἀντιστήσεις; μέγα τὸ τῆς ἀρχῆς, ὥσπερ ἐστίν, ἀξίωμα ποιῶν μετὰ ἐμπειρίας καὶ ἀρετῆς ταττόμενον, ἧς πρῶτον ἔργον ἐστὶ2 σῴζειν τὸν ἅπαντα τἆλλα σώζοντα.

因为就拼杀、航海和从军而言,卡利克拉提达斯固然只是一个人,但作为发号施令的将领,他却将所有人的力量汇集于己身,因此有如此众多事物与之俱亡的他,绝非只是一个人。相比之下,老安提柯在即将在安德罗斯附近进行海战时说得更好,当时有人指出敌方战舰数量多得多,他说道: “那么至于我本人,你要将我抵作多少艘船呢?” 他将这与经验和美德相结合的统帅之威严,如其实际那般视作崇高之物,而这一美德的首要职分,便是保全那位保全其他一切之人。

§2.3

διὸ καλῶς ὁ Τιμόθεος, ἐπιδεικνυμένου ποτὲ τοῖς Ἀθηναίοις τοῦ Χάρητος ὠτειλάς τινας ἐν τῷ σώματι καὶ τὴν ἀσπίδα λόγχῃ διακεκομμένην, ἐγὼ δέ, εἶπεν, ὡς λίαν ᾐσχύνθην ὅτι μου πολιορκοῦντος Σάμον ἐγγὺς ἔπεσε βέλος, ὡς μειρακιωδέστερον ἐμαυτῷ χρώμενος ἢ κατὰ στρατηγὸν καὶ ἡγεμόνα δυνάμεως τοσαύτης.

因此,当哈雷斯有一次向雅典人炫耀身上的几处伤痕和被矛刺穿的盾牌时,提摩太的话说得极好: “然而,”他说,“当我在围攻萨摩斯时,有一枚飞箭落在我身边,我感到极度羞愧,因为我觉得自己的举止更像个冒失的青年,而不符合统率如此庞大军队的将帅身份。”

§2.4

ὅπου μὲν γὰρ εἰς τὰ ὅλα μεγάλην φέρει ῥοπὴν ὁ τοῦ στρατηγοῦ κίνδυνος, ἐνταῦθα καὶ χειρὶ καὶ σώματι χρηστέον ἀφειδῶς, χαίρειν φράσαντα3 τοῖς λέγουσιν ὡς χρὴ τὸν ἀγαθὸν στρατηγὸν μάλιστα μὲν ὑπὸ γήρως, εἰ δὲ μή, γέροντα θνῄσκειν ὅπου δὲ μικρὸν τὸ περιγινόμενον ἐκ τοῦ κατορθώματος, τὸ δὲ πᾶν συναπόλλυται σφαλέντος, οὐδεὶς ἀπαιτεῖ στρατιώτου πρᾶξιν κινδύνῳ πραττομένην στρατηγοῦ.

因为在将领涉险对大局具有决定性影响的地方,就应当毫不顾惜地动用身手拼杀,并对那些宣称良将最好老死、若不然也该作为老者死去的人置之不理;但在成功所获甚微、一旦失足便全盘覆灭的地方,谁也不会要求将领以统帅的涉险去换取一介士卒之功。

§2.5

ταῦτα δέ μοι παρέστη προαναφωνῆσαι γράφοντι τὸν Πελοπίδου βίον καὶ τὸν Μαρκέλλου, μεγάλων ἀνδρῶν παραλόγως πεσόντων, καὶ γὰρ χειρὶ χρῆσθαι μαχιμώτατοι γενόμενοι, καὶ στρατηγίαις ἐπιφανεστάταις κοσμήσαντες ἀμφότεροι τὰς πατρίδας, ἔτι δὲ τῶν βαρυτάτων ἀνταγωνιστῶν ὁ μὲν Ἀννίβαν ἀήττητον ὄντα πρῶτος, ὡς λέγεται, τρεψάμενος, ὁ δὲ γῆς καὶ θαλάττης ἄρχοντας Λακεδαιμονίους ἐκ παρατάξεως νικήσας, ἠφείδησαν ἑαυτῶν, σὺν οὐδενὶ λογισμῷ προέμενοι τὸν βίον ὁπηνίκα μάλιστα τοιούτων καιρὸς ἦν ἀνδρῶν σῳζομένων καὶ ἀρχόντων· διόπερ ἡμεῖς ἑπόμενοι ταῖς ὁμοιότησι παραλλήλους ἀνεγράψαμεν αὐτῶν τοὺς βίους.

在撰写佩洛皮达斯和马尔凯鲁斯的传记时,我心中浮现出先将这些道理宣示出来的想法;他们都是不合情理地殒命的伟人。因为他们不仅亲自动手拼杀勇武绝伦,皆以极其辉煌的统帅战绩光耀祖国,而且面对最强劲的对手——据说一人率先击溃了此前未尝败绩的汉尼拔,另一人则在阵战中击败了称霸陆海的拉刻代蒙人——他们却毫不顾惜自身,在最需要这样的人保全性命并掌握指挥权的时机,毫无理智地舍弃了生命。因此,我们依据这些相似之处,将他们两人的传记并列记载了下来。

语法注3 条
  1. 2.1μὴ παρʼ ἕνα εἶναι τὰν Σπάρταν

    介词 παρά 接宾格在此表示依存关系,“取决于……,系于……”(直陈语气为 οὐ παρʼ ἕνα ἐστίν)。在间接引语中采用不定式 εἶναι,否定词受不定式影响使用 μή。此外,τὰν Σπάρταν 保留了斯巴达人卡利克拉提达斯的多利斯方言形式(阴性单数宾格)。

  2. 2.2ἧς πρῶτον ἔργον ἐστὶ

    关系代词 ἧς 的先行词是紧邻的阴性名词 ἀρετῆς(在语境上亦可理解为指代结合了经验与美德的统帅权,但语法上其性与数直接与最近的名词 ἀρετή 一致)。

  3. 2.4χαίρειν φράσαντα

    习语 χαίρειν φράζω(向……告别、对……不屑一顾/置之不理)的不定过去时主动分词阳性单数宾格。此处作宾格是为了与前面的动词性形容词 χρηστέον 的逻辑主语(即相当于代指“将领”的宾格主语)在语法格上保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:2.1-2.5