← 普鲁塔克

佩洛皮达斯传

§28.1-28.5

狱中珀罗皮达斯的傲骨与泰碧的探视

珀罗皮达斯遭囚禁后依然意气昂扬地挑衅僭主亚历山大,导致接见被禁;但亚历山大之妻泰碧暗中探访他,并在其言语激励下对丈夫产生了更强烈的敌意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

οἱ μὲν οὖν Θηβαῖοι ταῦτα ἀκούσαντες ἔφερόν βαρέως καὶ στρατιὰν ἐξέπεμπον εὐθύς, διʼ ὀργήν τινα πρὸς τὸν Ἐπαμεινώνδαν ἑτέρους ἀποδείξαντες ἄρχοντας, τὸν δὲ Πελοπίδαν εἰς τὰς Φερὰς ἀπαγαγὼν ὁ τύραννος τὸ μὲν πρῶτον εἴα τοὺς βουλομένους αὐτῷ διαλέγεσθαι, νομίζων ἐλεεινὸν γεγονέναι καὶ ταπεινὸν ὑπὸ τῆς συμφορᾶς·

忒拜人闻讯深感愤慨,立即派出军队,但因对伊帕密浓达心怀不满,任命了其他人担任统帅。僭主则将珀罗皮达斯押送至费赖,起初允许任何愿意见他的人与他交谈,认为他在厄运打击下已经变得可怜而卑微。

§28.2

ἐπεὶ δὲ τοὺς μὲν Φεραίους ὁ Πελοπίδας ὀδυρομένους παρεκάλει θαρρεῖν, ὡς νῦν μάλιστα δώσοντος τοῦ τυράννου δίκην,1 πρὸς δὲ αὐτὸν ἐκεῖνον ἀποστείλας ἔλεγεν ὡς ἄτοπός ἐστι τοὺς μὲν ἀθλίους πολίτας καὶ μηδὲν ἀδικοῦντας ὁσημέραι στρεβλῶν καὶ φονεύων, αὐτοῦ δὲ φειδόμενος, ὃν μάλιστα γινώσκει τιμωρησόμενον αὐτὸν ἄνπερ διαφύγῃ,2 θαυμάσας τὸ φρόνημα καὶ τὴν ἄδειαν αὐτοῦ, τί δέ, φησὶ, σπεύδει Πελοπίδας ἀποθανεῖν; κἀκεῖνος ἀκούσας, ὅπως, εἶπε, σὺ τάχιον ἀπολῇ,3 μᾶλλον ἢ νῦν θεομισὴς γενόμενος. ἐκ τούτου διεκώλυσεν ἐντυγχάνειν αὐτῷ τοὺς ἐκτός. ἡ δὲ Θήβη, θυγάτηρ μὲν Ἰάσονος οὖσα, γυνὴ δὲ Ἀλεξάνδρου, πυνθανομένη παρὰ τῶν φυλαττόντων Πελοπίδαν τὸ θαρραλέον αὐτοῦ καὶ γενναῖον, ἐπεθύμησεν ἰδεῖν τὸν ἄνδρα καὶ προσειπεῖν.

然而,珀罗皮达斯不仅勉励悲痛的费赖市民振作起来,宣称如今僭主必定会受到最严厉的惩罚,而且派人前去对僭主本人说,他整日拷打屠杀那些可怜且无辜的市民,却唯独饶恕了他这个〔僭主〕明知一旦脱身就必定会向自己复仇的人,这是多么荒谬。僭主惊叹于他的气魄与无畏,问道: “既然如此, 珀罗皮达斯为何急于求死?” 珀罗皮达斯听闻后,答道: “为了 让你更快灭亡,变得比现在更加遭神明弃绝。” 自此之后,僭主禁止外人与他会面。然而伊阿宋之女、亚历山大之妻泰碧,从看守珀罗皮达斯的卫兵那里听闻了他的勇敢与高尚,渴望见一见此人并同他交谈。

§28.4

ὡς δὲ ἦλθε πρὸς αὐτόν καὶ ἅτε δὴ γυνὴ τὸ μὲν μέγεθος τοῦ ἤθους οὐκ εὐθὺς ἐν τοσαύτῃ συμφορᾷ κατεῖδε, κουρᾷ δὲ καὶ στολῇ καὶ διαίτῃ τεκμαιρομένη λυπρὰ καὶ μὴ πρέποντα τῇ δόξῃ πάσχειν αὐτόν ἀπεδάκρυσε, τὸ μὲν πρῶτον ἀγνοῶν ὁ Πελοπίδας τίς εἴη γυναικῶν, ἐθαύμαζεν, ὡς δὲ ἔγνω, προσηγόρευσεν αὐτὴν πατρόθεν4 ἦν γὰρ τῷ Ἰάσονι συνήθης καὶ φίλος, εἰπούσης δὲ ἐκείνης, ἐλεῶ σου τὴν γυναῖκα, καὶ γὰρ ἐγώ σε, εἶπεν, ὅτι ἄδετος οὖσα ὑπομένεις Ἀλέξανδρον.

当她来到他面前时,由于是妇人之见,未能立刻在这般厄运之中看出他品格的伟大,反倒凭着他的发型、衣着和饮食判断,认为他所遭受的乃是痛苦且与其威名不符的屈辱,遂潸然泪下。起初珀罗皮达斯不知是哪位女子,感到十分诧异,但认出她后,便按其父亲的名号称呼她,因为他曾是伊阿宋的故交挚友。当泰碧说道: “我真可怜你的妻子。” 他回答说: “我也确实可怜你, 因为你虽未被铁链束缚,却仍忍受着亚历山大。”

§28.5

οὗτος ἔθιγέ πως ὁ λόγος τῆς γυναικός· ἐβαρύνετο γὰρ τὴν ὠμότητα καὶ τὴν ὕβριν τοῦ τυράννου, μετὰ τῆς ἄλλης ἀσελγείας καὶ τὸν νεώτατον αὐτῆς τῶν ἀδελφῶν παιδικὰ πεποιημένου.5 διὸ καὶ συνεχῶς φοιτῶσα πρὸς τὸν Πελοπίδαν καὶ παρρησιαζομένη περὶ ὧν ἔπασχεν ὑπεπίμπλατο θυμοῦ καὶ φρονήματος καὶ δυσμενείας πρὸς τὸν Ἀλέξανδρον.

这番话深深触动了这位女子;因为她早已难以忍受僭主的残暴与傲慢,况且除了其他放荡行径外,僭主还将她最小的弟弟纳为男宠。因此,她频繁造访珀罗皮达斯,坦陈自己所受的苦难,内心渐渐充满了对亚历山大的怒火、傲骨与深仇大恨。

语法注5 条
  1. 28.2ὡς νῦν μάλιστα δώσοντος τοῦ τυράννου δίκην

    由连词 ὡς 引导的属格独立结构,表示主句主语珀罗皮达斯的主观认定与理由(即僭主如今必将受到应有的惩罚)。

  2. 28.2ὃν μάλιστα γινώσκει τιμωρησόμενον αὐτὸν ἄνπερ διαφύγῃ

    关系代词 ὃν 的先行词为前面的 αὐτοῦ,它既作认知动词 γινώσκει 的宾语,又作间接引语中分词 τιμωρησόμενον 的逻辑主语;分词所带的宾语 αὐτόν 则指代僭主亚历山大。

  3. 28.3ὅπως, εἶπε, σὺ τάχιον ἀπολῇ

    承接前文疑问的省略式目的从句(ὅπως 接将来直陈语气),省略了主句谓语(即“我急于求死是为了……”)。

  4. 28.4πατρόθεν

    意为“自父亲一边/以父亲之名”的副词,表示珀罗皮达斯是以其父伊阿宋的名号(如“伊阿宋之女”)向她致意。

  5. 28.5μετὰ τῆς ἄλλης ἀσελγείας καὶ τὸν νεώτατον αὐτῆς τῶν ἀδελφῶν παιδικὰ πεποιημένου

    由介词短语 μετὰ τῆς ἄλλης ἀσελγείας 引申出的属格独立结构(完成体分词 πεποιημένου 指代僭主),用以进一步详述前文 ἐβαρύνετο γάρ...(她难以忍受……)的具体原由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:28.1-28.5