← 普鲁塔克

佩洛皮达斯传

§27.1-27.6

再调停马其顿纷争与遭僭主亚历山大扣押

珀罗皮达斯出使期间调停了马其顿的纷争,但随后为追究叛变雇佣兵而前往法尔萨洛斯,结果被率军赶来的僭主亚历山大拘禁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27.1

μετὰ δὲ ταῦτα πάλιν τῶν Θετταλῶν αἰτιωμένων τὸν Φεραῖον Ἀλέξανδρον ὡς διαταράττοντα τὰς πόλεις, ἀπεστάλη μετὰ Ἰσμηνίου πρεσβεύων ὁ Πελοπίδας· καὶ παρῆν οὔτε οἴκοθεν ἄγων δύναμιν οὔτε πόλεμον προσδοκήσας, αὐτοῖς δὲ τοῖς Θετταλοῖς χρῆσθαι πρὸς τὸ κατεπεῖγον τῶν πραγμάτων ἀναγκαζόμενος.

此后,色萨利人再次控告费赖的亚历山大扰乱各城邦,珀罗皮达斯遂与伊斯梅尼亚斯作为使节被派往该地;他抵达时并未从本国带来军队,亦未预料到会有战事,由于情势紧迫,被迫直接利用色萨利人自己的力量。

§27.2

ἐν τούτῳ δὲ πάλιν τῶν κατὰ Μακεδονίαν ταραττομένων ὁ γὰρ Πτολεμαῖος ἀνῃρήκει τὸν βασιλέα καὶ τὴν ἀρχὴν κατέσχεν, οἱ δὲ φίλοι τοῦ τεθνηκότος ἐκάλουν τὸν Πελοπίδαν, βουλόμενος μὲν ἐπιφανῆναι τοῖς πράγμασιν, ἰδίους δὲ στρατιώτας οὐκ ἔχων, μισθοφόρους τινὰς αὐτόθεν προσλαβόμενος μετὰ τούτων εὐθὺς ἐβάδιζεν ἐπὶ τὸν Πτολεμαῖον.

与此同时,马其顿局势再度陷入混乱——因为托勒密弑杀了国王并夺取政权,死者的亲友们向珀罗皮达斯求援——他虽欲干预局势,但手头并无本国士兵,便在当地招募了若干雇佣兵,随即率领他们向托勒密进军。

§27.3

ὡς δʼ ἐγγὺς ἀλλήλων ἐγένοντο, τοὺς μὲν μισθοφόρους Πτολεμαῖος χρήμασι διαφθείρας ἔπεισεν ὡς αὐτὸν μεταστῆναι, τοῦ δὲ Πελοπίδου τὴν δόξαν αὐτὴν καὶ τοὔνομα δεδοικώς ἀπήντησεν ὡς κρείσσονι, καὶ δεξιωσάμενος καὶ δεηθεὶς ὡμολόγησε τὴν μὲν ἀρχὴν τοῖς τοῦ τεθνηκότος ἀδελφοῖς διαφυλάξειν, Θηβαίοις δὲ τὸν αὐτὸν ἐχθρὸν ἕξειν καὶ φίλον ὁμήρους δʼ ἐπὶ τούτοις τὸν υἱὸν Φιλόξενον ἔδωκε καὶ πεντήκοντα τῶν ἑταίρων.

当双方逼近时,托勒密用金钱收买了雇佣兵,说服他们倒戈归附自己;但他慑于珀罗皮达斯的名望与威名,仍以对待强者的礼节前来会见,在致敬与祈求之后,答允为死者的兄弟们保留王位,并与忒拜人保持同敌同友的盟友关系,为此他还交出了自己的儿子菲洛克塞诺斯及五十名同伴作为人质。

§27.4

τούτους μὲν οὖν ἀπέστειλεν εἰς Θήβας ὁ Πελοπίδας, αὐτὸς δὲ βαρέως φέρων τὴν τῶν μισθοφόρων προδοσίαν, καὶ πυνθανόμενος τὰ πλεῖστα τῶν χρημάτων αὐτοῖς καὶ παῖδας καὶ γυναῖκας ἀποκεῖσθαι περὶ Φάρσαλον, ὥστε τούτων κρατήσας ἱκανὴν δίκην ὧν καθύβρισται λήψεσθαι,1 συναγαγὼν τῶν Θεσσαλῶν τινας ἧκεν εἰς Φάρσαλον.

于是珀罗皮达斯将这些人质送往忒拜,但他本人对雇佣兵的背叛深感愤慨,并获悉他们的绝大部分财产连同妇孺都寄存在法尔萨洛斯附近,认为只要夺得这些便足以就所受的侮辱施加应有的报复,便召集了一批色萨利人来到法尔萨洛斯。

§27.5

ἀρτίως δʼ αὐτοῦ παρεληλυθότος Ἀλέξανδρος ὁ τύραννος ἐπεφαίνετο μετὰ τῆς δυνάμεως. καὶ νομίσαντες οἱ περὶ τὸν Πελοπίδαν2 ἀπολογησόμενον ἥκειν ἐβάδιζον αὐτοὶ πρὸς αὐτόν, ἐξώλη μὲν ὄντα καὶ μιαιφόνον εἰδότες, διὰ δὲ τὰς Θήβας καὶ τὸ περὶ αὐτοὺς ἀξίωμα καὶ δόξαν οὐδὲν ἂν παθεῖν προσδοκήσαντες.3

他刚刚赶到,僭主亚历山大便率大军突然出现。珀罗皮达斯一行人以为他是前来申辩谢罪的,遂主动迎上前去;他们虽深知此人暴虐嗜杀,但因依仗忒拜的声势以及自身的尊严与威望,预料绝不致遭受伤害。

§27.6

ὁ δέ, ὡς εἶδεν ἀνόπλους καὶ μόνους προσιόντας, ἐκείνους μὲν εὐθὺς συνέλαβε, τὴν δὲ Φάρσαλον κατέσχε, φρίκην δὲ καὶ φόβον ἐνειργάσατο τοῖς ὑπηκόοις πᾶσιν ὥς γε μετά τὴν τηλικαύτην ἀδικίαν καὶ τόλμαν ἀφειδήσων ἁπάντων,4 καὶ χρησόμενος οὕτω τοῖς παραπίπτουσιν ἀνθρώποις καὶ πράγμασιν ὡς τότε γε κομιδῇ τὸν ἑαυτοῦ βίον ἀπεγνωκώς.

然而亚历山大见他们手无寸铁、只身前来,便立即将他们逮捕,并占领了法尔萨洛斯,这使得所有的臣民陷入极度的惊骇与恐惧之中;因为在犯下如此滔天的不义与暴行之后,他料将不再顾忌任何人,其对待所遇到的人与事,必如到这时已对自身性命完全绝望之人一般。

语法注4 条
  1. 27.4ὥστε τούτων κρατήσας ἱκανὴν δίκην ὧν καθύβρισται λήψεσθαι

    不定词 λήψεσθαι 由 ὥστε 引导,表示依附于前文分词 πυνθανόμενος 的预期结果。分词 κρατήσας 作条件解(“若制服这些”),其主格与不定词的逻辑主语(珀罗皮达斯)一致。关系代词 ὧν 发生了格吸引,原本是 καθύβρισται 的内宾格(ἃ),受省略的先行词在 δίκην 支配下所应有的属格影响而变为属格。

  2. 27.5οἱ περὶ τὸν Πελοπίδαν

    古希腊语习语“οἱ περί + 宾格”,指中心人物及其随行者(在此指珀罗皮达斯本人以及伊斯梅尼亚斯等同伴)。

  3. 27.5οὐδὲν ἂν παθεῖν προσδοκήσαντες

    分词 προσδοκήσαντες 支配带有 ἂν 的不定词 παθεῖν,在间接引语中表达潜在可能或条件句结论(“预料不会遭受任何伤害”)。

  4. 27.6ὡς γε μετὰ τὴν τηλικαύτην ἀδικίαν καὶ τόλμαν ἀφειδήσων ἁπάντων

    连词 ὡς 与将来时分词 ἀφειδήσων 连用,表达臣民眼中所认为的主观意图或必然预期(“被认为定会不加顾忌”),并与后面的分词 χρησόμενος 构成并列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:27.1-27.6