← 普鲁塔克

佩洛皮达斯传

§26.1-26.5

援助色萨利与调停马其顿内争

珀罗皮达斯前往援助色萨利,击退了残暴的僭主亚历山大以恢复秩序,随后又赴马其顿调停内讧,并将年幼的腓力等人作为人质带回忒拜。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

ἐπεὶ δὲ Ἀλεξάνδρου τοῦ Φερῶν τυράννου πολεμοῦντος μὲν ἐκ προδήλου πολλοῖς Θετταλῶν, ἐπιβουλεύοντος δὲ πᾶσιν, ἐπρέσβευσαν εἰς Θήβας αἱ πόλεις στρατηγὸν αἰτούμεναι καὶ δύναμιν, ὁρῶν ὁ Πελοπίδας τὸν Ἐπαμεινώνδαν τὰς ἐν Πελοποννήσῳ πράξεις διοικεῖν, αὐτὸς ἑαυτὸν ἐπέδωκε καὶ προσένειμε τοῖς Θεσσαλοῖς, μήτε τήν ἰδίαν ἐπιστήμην καὶ δύναμιν ἀργοῦσαν περιορᾶν ὑπομένων, μήτε ὅπου πάρεστιν Ἐπαμεινώνδας ἑτέρου δεῖσθαι στρατηγοῦ νομίζων.

当费赖的僭主亚历山大公然向许多色萨利人发动战争、并对所有人进行图谋时,各城邦派遣使节前往忒拜请求派遣将领和军队;珀罗皮达斯见伊帕密浓达正在处置伯罗奔尼撒的事务,便不甘坐视自己的才能与力量闲置,且认为伊帕密浓达所在之处无须另设将领,遂主动将自己奉献并派往色萨利人那里。

§26.2

ὡς οὖν ἐστράτευσεν ἐπὶ Θεσσαλίαν μετὰ δυνάμεως, τήν τε Λάρισσαν εὐθὺς παρέλαβε, καὶ τὸν Ἀλέξανδρον ἐλθόντα καὶ δεόμενον διαλλάττειν ἐπειρᾶτο καὶ ποιεῖν ἐκ τυράννου πρᾷον ἄρχοντα τοῖς Θεσσαλοῖς καὶ νόμιμον. ὡς δὲ ἦν ἀνήκεστος καὶ θηριώδης καὶ πολλὴ μὲν ὠμότης αὐτοῦ, πολλὴ δὲ ἀσέλγεια καὶ πλεονεξία κατηγορεῖτο, τραχυνομένου τοῦ Πελοπίδου πρὸς αὐτὸν καὶ χαλεπαίνοντος ἀποδρὰς ᾤχετο μετὰ τῶν δορυφόρων.

于是他率军出征色萨利,立即接管了拉里萨;当亚历山大前来央求媾和时,他试图予以调解,使之由一名僭主变为色萨利人温和而合法的统治者。但由于此人不可救药且残忍如兽,其诸多残酷行径以及极大的放荡与贪婪受到控告,当珀罗皮达斯对其态度严厉并大发雷霆时,他便率领亲卫队仓皇逃遁。

§26.3

ὁ δὲ Πελοπίδας ἄδειάν τε πολλὴν ἀπὸ τοῦ τυράννου τοῖς Θεσσαλοῖς ἀπολιπὼν καὶ πρὸς ἀλλήλους ὁμόνοιαν, αὐτὸς εἰς Μακεδονίαν ἀπῆρε, Πτολεμαίου μὲν Ἀλεξάνδρῳ τῷ βασιλεύοντι τῶν Μακεδόνων πολεμοῦντος, ἀμφοτέρων δὲ μεταπεμπομένων ἐκεῖνον ὡς διαλλακτὴν καὶ δικαστὴν καὶ σύμμαχον καὶ βοηθὸν τοῦ δοκοῦντος ἀδικεῖσθαι γενησόμενον.1

珀罗皮达斯使色萨利人免受僭主的威胁而享有极大的安全,并在彼此之间恢复了和睦,随后他亲自前往马其顿;因为托勒密正与马其顿人的国王亚历山大交战,双方都派人敦请他前来,作为仲裁者、法官、盟友以及遭受不公者的相助之人。

§26.4

ἐλθὼν δὲ καὶ διαλύσας τὰς διαφορὰς καὶ καταγαγὼν τοὺς φεύγοντας, ὅμηρον ἔλαβε τὸν ἀδελφὸν τοῦ βασιλέως Φίλιππον καὶ τριάκοντα παῖδας ἄλλους τῶν ἐπιφανεστάτων, καὶ κατέστησεν εἰς Θήβας, ἐπιδειξάμενος τοῖς Ἕλλησιν ὡς πόρρω διήκει τὰ Θηβαίων πράγματα τῇ δόξῃ τῆς δυνάμεως καὶ τῇ πίστει τῆς δικαιοσύνης.

他抵达后平息了争端,并迎回了流亡者,又将国王的弟弟腓力及其他三十名最显赫名门的孩子带作人质送往忒拜,向希腊人展示了忒拜的威权凭借其武力的声望和对正义的公信力已经扩展至何等远方。

§26.5

οὗτος ἦν Φίλιππος ὁ τοῖς Ἕλλησιν ὕστερον πολεμήσας ὑπὲρ τῆς ἐλευθερίας,2 τότε δὲ παῖς ὢν ἐν Θήβαις παρὰ Παμμένει δίαιταν εἶχεν. ἐκ δὲ τούτου καὶ ζηλωτὴς γεγονέναι ἔδοξεν Ἐπαμεινώνδου, τὸ περὶ τοὺς πολέμους καὶ τὰς στρατηγίας δραστήριον ἴσως κατανοήσας, ὃ μικρὸν ἦν τῆς τοῦ ἀνδρὸς ἀρετῆς μόριον, ἐγκρατείας δὲ καὶ δικαιοσύνης καὶ μεγαλοψυχίας καὶ πρᾳότητος, οἷς ἦν ἀληθῶς μέγας ἐκεῖνος, οὐδὲν οὔτε φύσει Φίλιππος οὔτε μιμήσει μετέσχε.

此人便是日后与希腊人争夺自由而交战的腓力,但当时他尚年幼,客居在忒拜的潘梅内斯家中。因此人们认为他也成为了伊帕密浓达的效仿者,这大概是因为他领悟了伊帕密浓达在战争与统帅方面的干练手腕——然而这不过是此人卓越德行的一小部分;而在自制、正义、豁达与温和方面——这些真正使伊帕密浓达伟大之处——腓力无论凭天性还是靠模仿都未曾分享分毫。

语法注2 条
  1. 26.3ὡς διαλλακτὴν καὶ δικαστὴν καὶ σύμμαχον καὶ βοηθὸν τοῦ δοκοῦντος ἀδικεῖσθαι γενησόμενον

    由 ὡς 引导的将来时分词 γενησόμενον 为宾格,与前文动词 μεταπεμπομένων 的宾语 ἐκεῖνον(珀罗皮达斯)同格一致,表达邀请双方的主观意图或期望。属格 τοῦ δοκοῦντος ἀδικεῖσθαι 作 βοηθόν(以及延伸至 σύμμαχον)的宾格性属格,意为“被认为遭受不公者的援助者”。

  2. 26.5ὁ τοῖς Ἕλλησιν ὕστερον πολεμήσας ὑπὲρ τῆς ἐλευθερίας

    与格 τοῖς Ἕλλησιν 是支配于 πολεμήσας 的敌对性与格(“向希腊人开战”)。介词短语 ὑπὲρ τῆς ἐλευθερίας 从希腊人角度表达了这场战争的争夺焦点或旗号(“为了[他们的]自由”),表示这是一场关于自由的存亡之战。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:26.1-26.5