← 普鲁塔克

佩洛皮达斯传

§25.1-25.7

擅延任期之诉与控告梅内克莱达斯

珀罗皮达斯与伊帕密浓达远征归来后因擅自延长任期被控死罪,但双双获释。此后演说家梅内克莱达斯企图借单独奉纳表彰卡隆来贬抑二人的威望,珀罗皮达斯遂就其违宪提案提起控告并最终胜诉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.1

ἐπὶ δὲ τούτοις οἱ μὲν ἄλλοι πάντες ὑπερηγάπων τὴν ἀρετὴν καὶ τὴν τύχην ἐθαύμαζον, ὁ δὲ συγγενὴς καὶ πολιτικὸς φθόνος ἅμα τῇ δόξῃ τῶν ἀνδρῶν συναυξόμενος οὐ καλὰς οὐδὲ πρεπούσας ὑποδοχὰς παρεσκεύαζεν αὐτοῖς. θανάτου γὰρ ἀμφότεροι δίκας ἔφυγον1 ἐπανελθόντες, ὅτι τοῦ νόμου κελεύοντος ἐν τῷ πρώτῳ μηνὶ παραδοῦναι τὴν βοιωταρχίαν ἑτέροις, ὃν Βουκάτιον ὀνομάζουσι, τέτταρας ὅλους προσεπεβάλοντο μῆνας, ἐν οἷς τὰ περὶ Μεσσήνην καὶ Ἀρκαδίαν καὶ τὴν Λακωνικὴν διῴκησαν.

对于这些功绩,所有其他人无不深爱其德行并惊叹其幸运,然而同胞公民的嫉妒心却随着两人的声誉而滋长,为他们准备了一场既不光彩也不相称的迎接。因为两人在回国后都被提起了死罪之诉,理由是在法律规定于首月——他们称之为布卡提欧斯月——必须将波奥提亚督理之职移交给他人之际,他们却擅自延长了整整四个月的任期,在此期间他们处置了麦塞内、阿卡迪亚和拉科尼亚的事务。

§25.2

εἰσήχθη μὲν οὖν πρότερος εἰς τὸ δικαστήριον Πελοπίδας, διὸ καὶ μᾶλλον ἐκινδύνευσεν, ἀμφότεροι δὲ ἀπελύθησαν. τὸ δὲ συκοφάντημα καὶ τὴν πεῖραν Ἐπαμεινώνδας ἤνεγκε πρᾴως, μέγα μέρος ἀνδρείας καὶ μεγαλοψυχίας τὴν ἐν τοῖς πολιτικοῖς ἀνεξικακίαν ποιούμενος, Πελοπίδας δὲ καὶ φύσει θυμοειδέστερος ὤν, καὶ παροξυνόμενος ὑπὸ τῶν φίλων ἀμύνασθαι τοὺς ἐχθρούς, ἐπελάβετο τοιαύτης αἰτίας.

因此,珀罗皮达斯先被押上法庭,因而处境更为危险,但两人最终均获无罪开释。伊帕密浓达温和地忍受了这番诬陷与折磨,认为在政治事务上的容忍克制实乃勇敢与宽宏气魄的很大一部分;而珀罗皮达斯生性本就更为激昂,又受到朋友们的煽动去报复仇敌,便抓住了如下的借口。

§25.3

Μενεκλείδας ὁ ῥήτωρ ἦν μὲν εἷς τῶν μετὰ Πελοπίδου καὶ Μέλωνος εἰς τὴν Χάρωνος οἰκίαν συνελθόντων, ἐπεὶ δὲ τῶν ἴσων οὐκ ἠξιοῦτο παρὰ τοῖς Θηβαίοις, δεινότατος μὲν ὢν λέγειν, ἀκόλαστος δὲ καὶ κακοήθης τὸν τρόπον, ἐχρῆτο τῇ φύσει πρὸς τὸ συκοφαντεῖν καὶ διαβάλλειν τοὺς κρείττονας, οὐδὲ μετὰ δίκην ἐκείνην παυσάμενος.

演说家梅内克莱达斯曾是当初与珀罗皮达斯和梅隆一同聚集在卡隆家中的人之一;然而由于他在忒拜人中未能获得同等尊崇,其人虽极善辞令,品行却放荡且阴险,遂利用自己的天赋去诬陷和中伤比他优秀的人,甚至在那场审判之后也未收敛。

§25.4

Ἐπαμεινώνδαν μὲν οὖν ἐξέκρουσε τῆς βοιωταρχίας καὶ κατεπολιτεύσατο πολὺν χρόνον, Πελοπίδαν δὲ πρὸς μὲν τὸν δῆμον οὐκ ἴσχυσε διαβαλεῖν, ἐπεχείρει δὲ συγκροῦσαι τῷ Χάρωνι· καὶ κοινήν τινα τοῦ φθόνου παραμυθίαν ἔχοντος,2 ἂν ὧν αὐτοὶ μὴ δύνανται βελτίους φανῆναι, τούτους ἁμῶς γέ πως ἑτέρων ἀποδείξωσι κακίους, πολὺς ἦν πρὸς τὸν δῆμον αὔξων τὰ τοῦ Χάρωνος ἔργα, καὶ τὰς στρατηγίας τὰς ἐκείνου καὶ τὰς νίκας ἐγκωμιάζων.

于是,他将伊帕密浓达排挤出了波奥提亚督理之位,并在很长一段时间内与其作对施加政治压迫;但在面对珀罗皮达斯时,他无力在民众面前进谗得逞,便企图挑起他与卡隆的争端。由于嫉妒常有一种借以自我慰藉的手段,即如果自己无法比别人显现得更优越,便设法证明对方无论如何都不如旁人,因此他在民众面前竭力夸大卡隆的功勋,歌颂其将帅之才与胜绩。

§25.5

τῆς δὲ πρὸς Πλαταιὰς ἱππομαχίας, ἣν πρὸ τῶν Λευκτρικῶν ἐνίκησαν ἡγουμένου Χάρωνος, ἐπεχείρησεν ἀνάθημα τοιόνδε ποιῆσαι. Ἀνδροκύδης ὁ Κυζικηνὸς ἐκλαβὼν παρὰ τῆς πόλεως πίνακα γράψαι μάχης ἑτέρας, ἐπετέλει τὸ ἔργον ἐν Θήβαις γενομένης δὲ τῆς ἀποστάσεως καὶ τοῦ πολέμου συμπεσόντος, οὐ πολὺ τοῦ τέλος ἔχειν ἐλλείποντα τὸν πίνακα παρʼ ἑαυτοῖς οἱ Θηβαῖοι κατέσχον.

关于在留克特拉之战前、由卡隆统率而在普拉提亚附近获胜的那场骑兵战,他企图设立如下的奉纳物。基齐库斯人安德罗库代斯曾接受城邦委托绘制另一场战役的图画,并正在忒拜完成此项工作;但在起义爆发、战端开启之时,忒拜人将这幅距离完工已然不远的画作扣留在自己手中。

§25.6

τοῦτον οὖν ὁ Μενεκλείδας ἔπεισεν ἀναθέντας ἐπιγράψαι τοὔνομα τοῦ Χάρωνος, ὡς ἀμαυρώσων τὴν Πελοπίδου καὶ Ἐπαμεινώνδου δόξαν. ἦν δὲ ἀβέλτερος ἡ φιλοτιμία, παρὰ τοσούτους καὶ τηλικούτους ἀγῶνας ἑνὸς ἔργου καὶ μιᾶς νίκης ἀγαπωμένης, ἐν ᾗ Γεράνδαν τινὰ τῶν ἀσήμων Σπαρτιατῶν καὶ τεσσαράκοντα μετʼ αὐτοῦ πεσεῖν, ἄλλο δὲ οὐδὲν μέγα πραχθῆναι λέγουσι.

梅内克莱达斯便说服众人将此画奉纳并题上卡隆的名字,企图以此掩盖珀罗皮达斯和伊帕密浓达的光彩。然而这种野心实属愚昧,面对如此众多而宏大的战事,竟然仅仅执着于单单一件战功和一场胜利——据传说在那场战斗中,只是一位名叫格朗达斯的无名斯巴达人和他身旁的四十人阵亡,此外并无任何重大战果。

§25.7

τοῦτο τὸ ψήφισμα γράφεται Πελοπίδας παρανόμων, ἰσχυριζόμενος ὅτι Θηβαίοις οὐ πάτριον ἦν ἰδίᾳ κατʼ ἄνδρα τιμᾶν, ἀλλὰ τῇ πατρίδι κοινῶς τὸ τῆς νίκης ὄνομα σῴζειν. καὶ τὸν μὲν Χάρωνα παρὰ πᾶσαν τὴν δίκην ἐγκωμιάζων ἀφθόνως διετέλεσε, τὸν δὲ Μενεκλείδαν βάσκανον καὶ πονηρὸν ἐξελέγχων, καὶ τοὺς Θηβαίους ἐρωτῶν εἰ μηδὲν αὐτοῖς καλὸν πέπρακται, ὥστε Μενεκλείδαν ζημιῶσαι χρήμασιν,3 ἃ μὴ δυνάμενος ἐκτῖσαι διὰ πλῆθος, ὕστερον ἐπεχείρησε κινῆσαι καὶ μεταστῆσαι τὴν πολιτείαν. ταῦτα μὲν οὖν ἔχει τινὰ καὶ τοῦ βίου ἀποθεώρησιν.

珀罗皮达斯以违宪提案罪控告了这项法令,坚称对于忒拜人而言,单独表彰个人绝非祖传传统,而应将胜利的威名共同归属于祖国。他在整场审判中始终毫不吝惜地赞颂卡隆,同时揭露梅内克莱达斯的嫉恨与奸恶,并质问忒拜人难道他们未曾立下过任何显赫功勋——结果导致梅内克莱达斯被处以罚金,由于数额巨大他无力清偿,日后竟企图动摇并颠覆城邦政体。这些事情对于审视其生平亦提供了一定启发。

语法注3 条
  1. 25.1θανάτου γὰρ ἀμφότεροι δίκας ἔφυγον

    短语 δίκην φεύγειν 为法庭术语,意为“作为被告受审”。属格 θανάτου 作惩罚属格(或罪名属格),指明被控罪名所涉及的死刑刑罚。

  2. 25.4καὶ κοινήν τινα τοῦ φθόνου παραμυθίαν ἔχοντος

    由名词词组 τοῦ φθόνου 与分词 ἔχοντος 构成的属格独立结构(“鉴于嫉妒具有某种常见的慰藉”)。后接的条件从句 ἂν ... ἀποδείξωσι(“若能证明……比他人更差”)具体阐释了该慰藉(παραμυθίαν)的内容。其中 ἂν ὧν... 的关系代词 ὧν 作比较级 βελτίους 的比较属格,并由后文的指示代词 τούτους 复指。

  3. 25.7ὥστε Μενεκλείδαν ζημιῶσαι χρήμασιν

    由 ὥστε 引导的不定式结果从句。不定式 ζημιῶσαι 的逻辑主语在语境中为法官或忒拜法庭,宾格 Μενεκλείδαν 则是该不定式的直接宾语(“以至于对梅内克莱达斯处以罚款”),引出前文一系列分词分句(ἐξελέγχων, ἐρωτῶν)所导致的审判结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:25.1-25.7