← 普鲁塔克

佩洛皮达斯传

§24.1-24.5

进军伯罗奔尼撒与复兴麦塞尼亚

珀罗皮达斯与伊帕密浓达无视严冬与任期届满的惩罚进军伯罗奔尼撒,重创拉科尼亚,联合阿卡迪亚并光复了麦塞尼亚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

εἰς μέντοι Πελοπόννησον ἀμφότεροι βοιωταρχοῦντες ἐνέβαλον καὶ τῶν ἐθνῶν τὰ πλεῖστα προσήγοντο, Λακεδαιμονίων ἀποστήσαντες Ἦλιν, Ἄργος, Ἀρκαδίαν σύμπασαν, αὐτῆς τῆς Λακωνικῆς τὰ πλεῖστα, καίτοι χειμῶνος μὲν ἦσαν αἱ περὶ τροπὰς ἀκμαί, μηνὸς δὲ τοῦ τελευταίου φθίνοντος ὀλίγαι περιῆσαν ἡμέραι, καὶ τὴν ἀρχὴν ἔδει παραλαμβάνειν ἑτέρους εὐθὺς ἱσταμένου τοῦ πρώτου μηνός, ἢ θνῄσκειν τοὺς μὴ παραδιδόντας.1

然而,当两人一同担任波奥提亚督理时,他们侵入了伯罗奔尼撒,争取到了大多数部族,使伊利斯、阿尔戈斯、整个阿卡迪亚以及拉科尼亚本土的大部分脱离了拉刻代蒙人。尽管当时正值冬至前后严寒的正盛期,岁末最后一个月只剩下几天,按律在首月伊始便必须由其他人接替官职,不交出权力者则当处死。

§24.2

οἱ δὲ ἄλλοι βοιωτάρχαι καὶ τὸν νόμον δεδιότες τοῦτον καὶ τὸν χειμῶνα φεύγοντες ἀπάγειν ἔσπευδον ἐπʼ οἴκου τὸ στράτευμα, Πελοπίδας δὲ πρῶτος Ἐπαμεινώνδᾳ γενόμενος σύμψηφος καὶ συμπαρορμήσας τοὺς πολίτας ἦγεν ἐπὶ τὴν Σπάρτην καὶ διεβίβαζε τὸν Εὐρώταν. καὶ πολλὰς μὲν ᾕρει πόλεις αὐτῶν, πᾶσαν δὲ τὴν χώραν ἐπόρθει μέχρι θαλάττης, ἡγούμενος ἑπτὰ μυριάδων Ἑλληνικῆς στρατιᾶς, ἧς ἔλαττον ἢ δωδέκατον ἦσαν αὐτοὶ Θηβαῖοι μέρος.

其他波奥提亚督理既畏惧此律,又企图躲避严冬,急欲将军队带回家乡;但珀罗皮达斯率先附议伊帕密浓达,并一同激励本邦公民,向斯巴达进军并渡过了欧罗塔斯河。他攻克了他们的许多城邑,将整片土地洗劫直至海滨,统率着一支七万人的希腊大军,其中忒拜人自己尚不足十二分之一。

§24.3

ἀλλʼ ἡ δόξα τῶν ἀνδρῶν ἄνευ δόγματος κοινοῦ καὶ ψηφίσματος ἐποίει τοὺς συμμάχους ἕπεσθαι σιωπῇ πάντας ἡγουμένοις ἐκείνοις. ὁ γὰρ πρῶτος, ὡς ἔοικε, καὶ κυριώτατος νόμος τῷ σῴζεσθαι δεομένῳ τὸν σῴζειν δυνάμενον ἄρχοντα κατὰ φύσιν ἀποδίδωσι· κἂν ὥσπερ οἱ πλέοντες εὐδίας οὔσης ἢ παρʼ ἀκτὴν ὁρμοῦντες ἀσελγῶς προσενεχθῶσι τοῖς κυβερνήταις καὶ θρασέως, ἅμα τῷ χειμῶνα καὶ κίνδυνον καταλαμβάνειν πρὸς ἐκείνους ἀποβλέπουσι2 καὶ τὰς ἐλπίδας ἐν ἐκείνοις ἔχουσι.

然而这两人的威望,无需任何共同决议或法令,便能使盟军全员在他们统领之下默默跟随。因为这似乎是第一道且最根本的自然法则:将具有拯救能力的人,指派给需要被拯救的人作为统治者;正如航海之人,哪怕在风平浪静或停泊海岸时对舵手态度放肆傲慢,一旦遭遇风暴与险境,便会立即望向舵手并将希望寄托于他们。

§24.4

καὶ γὰρ Ἀργεῖοι καὶ Ἠλεῖοι καὶ Ἀρκάδες ἐν τοῖς συνεδρίοις ἐρίζοντες καὶ διαφερόμενοι πρὸς τοὺς Θηβαίους ὑπὲρ ἡγεμονίας, ἐπʼ αὐτῶν τῶν ἀγώνων καὶ παρὰ τὰ δεινὰ τοῖς ἐκείνων αὐθαιρέτως πειθόμενοι στρατηγοῖς ἠκολούθουν.

事实上,阿尔戈斯人、伊利斯人和阿卡迪亚人虽然在议事会上因争夺领导权而与忒拜人发生争执和分歧,但在真正的战场上及危急关头,却都心甘情愿地服从他们的将领并追随左右。

§24.5

ἐν ἐκείνῃ τῇ στρατείᾳ πᾶσαν μὲν Ἀρκαδίαν εἰς μίαν δύναμιν συνέστησαν, τὴν δὲ Μεσσηνίαν χώραν νεμομένων Σπαρτιατῶν3 ἀποτεμόμενοι τοὺς παλαιοὺς Μεσσηνίους ἐκάλουν καὶ κατῆγον Ἰθώμην συνοικίσαντες, ἀπιόντες δὲ ἐπʼ οἴκου διὰ Κεγχρεῶν Ἀθηναίους ἐνίκων ἐπιχειροῦντας ἁψιμαχεῖν περὶ τὰ στενὰ καὶ κωλύειν τὴν πορείαν.

在这次远征中,他们将整个阿卡迪亚联合为一个单一的势力,割离了斯巴达人所占领的麦塞尼亚土地,召集古麦塞尼亚人,在伊托墨建立合居聚落使他们复国还乡;而在取道肯克瑞埃班师回朝之际,他们击溃了企图在险隘处挑起交战以阻挡其行军的雅典人。

语法注3 条
  1. 24.1ἢ θνῄσκειν τοὺς μὴ παραδιδόντας

    此句是由非人称动词 ἔδει 所统辖的不定式结构,通过 ἤ 与前文的 τὴν ἀρχὴν ἔδει παραλαμβάνειν ἑτέρους(其他人应当接管职权)并列。句意为“否则未交出权力者须被处死”,其中实质化分词 τοὺς μὴ παραδιδόντας 用作不定式 θνῄσκειν 的宾格主语(逻辑主语)。

  2. 24.3κἂν ὥσπερ οἱ πλέοντες εὐδίας οὔσης ἢ παρʼ ἀκτὴν ὁρμοῦντες ἀσελγῶς προσενεχθῶσι τοῖς κυβερνήταις καὶ θρασέως, ἅμα τῷ χειμῶνα καὶ κίνδυνον καταλαμβάνειν πρὸς ἐκείνους ἀποβλέπουσι

    开头的 κἂν(即 καὶ ἐάν / καὶ ἄν)引导带虚拟式 προσενεχθῶσι 的让步从句(“即使航海者放肆对待……”)。其间插入以 ὥσπερ 引导的比喻分句,对应主句的现在时直陈式动词 ἀποβλέπουσι。短语 ἅμα τῷ ... καταλαμβάνειν 为冠词加不定式结构,表示时间上的同时发生(“一俟风暴与危险袭来之时”)。

  3. 24.5νεμομένων Σπαρτιατῶν

    此处为属格独立结构(genitive absolute),用来补充说明直接宾语 τὴν δὲ Μεσσηνίαν χώραν 当时的实际状态(“当斯巴达人占有该地时”)。它与中动分词 ἀποτεμόμενοι(分割、切下)搭配,意为“将斯巴达人所占领的麦塞尼亚土地割离出来”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:24.1-24.5