- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:23.1-23.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在留克特拉战役中,伊帕密浓达的斜线阵以及珀罗皮达斯率领神圣军团的疾速突击击溃了阵脚混乱的斯巴达军队,使珀罗皮达斯赢得了与伊帕密浓达同等的荣誉。
ἐν δὲ τῇ μάχῃ τοῦ Ἐπαμεινώνδου τὴν φάλαγγα λοξὴν ἐπὶ τὸ εὐώνυμον ἕλκοντος, ὅπως τῶν ἄλλων Ἑλλήνων ἀπωτάτω γένηται τὸ δεξιὸν τῶν Σπαρτιατῶν καὶ τὸν Κλεόμβροτον ἐξώσῃ προσπεσὼν ἀθρόως κατὰ κέρας καὶ βιασάμενος, οἱ μὲν πολέμιοι καταμαθόντες τὸ γινόμενον ἤρξαντο μετακινεῖν τῇ τάξει σφᾶς αὐτοὺς, καὶ τὸ δεξιὸν ἀνέπτυσσον καὶ περιῆγον ὡς κυκλωσόμενοι καὶ περιβαλοῦντες ὑπὸ πλήθους τὸν Ἐπαμεινώνδαν, ὁ δὲ Πελοπίδας ἐν τούτῳ προεξέδραμε, καὶ συστρέψας τοὺς τριακοσίους δρόμῳ φθάνει πρὶν ἀνατεῖναι τὸν Κλεόμβροτον τὸ κέρας ἢ συναγαγεῖν πάλιν εἰς τὸ αὐτὸ καὶ συγκλεῖσαι τὴν τάξιν, οὐ καθεστῶσιν, ἀλλὰ θορυβουμένοις διʼ ἀλλήλων τοῖς Λακεδαιμονίοις ἐπιβαλών.1
在战斗中,当伊帕密浓达将方阵向左侧斜向引出,以便使斯巴达人的右翼尽可能远离其他希腊人,并通过集中兵力猛攻其侧翼加以强行压制,从而击退克勒翁布洛托斯时,敌军察觉到了正在发生的情况,开始调整自己的阵型,并展开其右翼作迂回包抄,企图凭借人数优势包围并合拢伊帕密浓达;但就在此时,珀罗皮达斯奋勇向前疾驰,将他的三百勇士紧密集结,以奔跑之势抢在克勒翁布洛托斯展开侧翼或重新聚拢封闭阵列之前,先发制人,袭击了尚未站稳、反而在互相推挤中陷于骚乱的拉刻代蒙人。
καίτοι πάντων ἄκροι τεχνῖται καὶ σοφισταὶ τῶν πολεμικῶν ὄντες οἱ Σπαρτιᾶται πρὸς οὐδὲν οὕτως ἐπαίδευον αὑτοὺς καὶ συνείθιζον, ὡς τὸ μὴ πλανᾶσθαι μηδὲ ταράττεσθαι τάξεως διαλυθείσης, ἀλλὰ χρώμενοι πᾶσι πάντες ἐπιστάταις καὶ ζευγίταις, ὅποι ποτὲ καὶ συνίστησιν ὁ κίνδυνος, καταλαμβάνειν καὶ συναρμόττειν καὶ μάχεσθαι παραπλησίως.
然而,斯巴达人作为所有战术方面最顶尖的行家与能手,最注重训练和习惯的,莫过于在阵线溃散时不迷惘、不惊慌,而是彼此互为后排与并排的伙伴,无论何处发生危险,都能同样重新占位、紧密配合并作战。
τότε δὲ ἡ τοῦ Ἐπαμεινώνδου φάλαγξ ἐπιφερομένη μόνοις ἐκείνοις καὶ παραλλάττουσα τοὺς ἄλλους, ὅ τε Πελοπίδας μετὰ τάχους ἀπίστου καὶ τόλμης ἐν τοῖς ὅπλοις γενόμενος, συνέχεον τά τε φρονήματα καὶ τὰς ἐπιστήμας αὐτῶν2 οὕτως ὥστε φυγὴν καὶ φόνον Σπαρτιατῶν ὅσον οὔπω πρότερον γενέσθαι, διὸ τῷ Ἐπαμεινώνδᾳ βοιωταρχοῦντι μὴ βοιωταρχῶν, καὶ πάσης ἡγουμένῳ τῆς δυνάμεως μικροῦ μέρους ἄρχων, ἴσον ἠνέγκατο δόξης3 τῆς νίκης ἐκείνης καὶ τοῦ κατορθώματος.
然而在当时,伊帕密浓达的方阵单单向他们猛扑过来而越过其他人,加之珀罗皮达斯以难以置信的速度与大胆投入肉搏战,将他们的士气与战术技能彻底搅乱,以致斯巴达人遭遇了前所未有的溃逃与杀戮;因此,珀罗皮达斯虽然不像身任波奥提亚督理的伊帕密浓达那样担任此职,且仅统帅很小的一部分,而后者统领全军,却在那场胜利与伟绩中赢得了同等的声誉。
- 23.2φθάνει πρὶν ἀνατεῖναι τὸν Κλεόμβροτον τὸ κέρας ἢ συναγαγεῖν πάλιν εἰς τὸ αὐτὸ καὶ συγκλεῖσαι τὴν τάξιν, οὐ καθεστῶσιν, ἀλλὰ θορυβουμένοις διʼ ἀλλήλων τοῖς Λακεδαιμονίοις ἐπιβαλών
动词 φθάνει(抢先)与作补充成分的分词 ἐπιβαλών(袭击)构成先发制人结构('抢在……之前发起袭击')。其间插入的带不定式(ἀνατεῖναι 及 συναγαγεῖν/συγκλεῖσαι)的 πρίν 从句表示时间的界限,而与格宾语短语 οὐ καθεστῶσιν... τοῖς Λακεδαιμονίοις 则依附于后置的分词 ἐπιβαλών。
- 23.4συνέχεον τά τε φρονήματα καὶ τὰς ἐπιστήμας αὐτῶν
主动词 συνέχεον(第三人称复数)承接由连词 τε 连接的两个主格主语:'伊帕密浓达的方阵'(ἡ ... φάλαγξ)和'珀罗皮达斯'(ὅ τε Πελοπίδας),用复数动词表达两者协同发起的打击。
- 23.4διὸ τῷ Ἐπαμεινώνδᾳ βοιωταρχοῦντι μὴ βοιωταρχῶν, καὶ πάσης ἡγουμένῳ τῆς δυνάμεως μικροῦ μέρους ἄρχων, ἴσον ἠνέγκατο δόξης
双重对仗结构。与格部分(指伊帕密浓达:τῷ Ἐπαμεινώνδᾳ βοιωταρχοῦντι, πάσης ἡγουμένῳ τῆς δυνάμεως)与主格分词(指珀罗皮达斯:μὴ βοιωταρχῶν, μικροῦ μέρους ἄρχων)形成工整对照。ἴσον ἠνέγκατο δόξης 中 ἴσον 作宾语('同等的一份'),δόξης 为部分属格。
