← 普鲁塔克

佩洛皮达斯传

§22.1-22.2

神赐牝马的出现与少女墓前的献祭

众人就处女人祭争论不休之际,一匹红鬃小牝马闯入营中;占卜者塞奥克里托斯认出这是神赐的替代祭品,众人遂将此马献祭于少女们的墓前。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

ἐν τοιούτοις οὖν διαλόγοις τῶν πρώτων ὄντων, καὶ μάλιστα τοῦ Πελοπίδου διαποροῦντος, ἵππων ἐξ ἀγέλης πῶλος ἀποφυγοῦσα καὶ φερομένη διὰ τῶν ὅπλων, ὡς ἦν θέουσα1 κατʼ αὐτοὺς ἐκείνους, ἐπέστη· καὶ τοῖς μὲν ἄλλοις θέαν παρεῖχεν ἥ τε χρόα στίλβουσα τῆς χαίτης πυρσότατον2 ἥ τε γαυρότης καὶ τὸ σοβαρὸν καὶ τεθαρρηκὸς τῆς φωνῆς, Θεόκριτος δὲ ὁ μάντις συμφρονήσας3 ἀνεβόησε πρὸς τὸν Πελοπίδαν ἥκει σοι τὸ ἱερεῖον, ὦ δαιμόνιε, καὶ παρθένον ἄλλην μὴ περιμένωμεν, ἀλλὰ χρῶ δεξάμενος ἣν ὁ θεὸς δίδωσιν. ἐκ τούτου λαβόντες τὴν ἵππον ἐπὶ τοὺς τάφους ἦγον τῶν παρθένων, καὶ κατευξάμενοι καὶ καταστέψαντες ἐνέτεμον4 αὐτοί τε χαίροντες καὶ λόγον εἰς τὸ στρατόπεδον περὶ τῆς ὄψεως τοῦ Πελοπίδου καὶ τῆς θυσίας διδόντες.

当首领们正进行这般的讨论,而珀罗皮达斯尤为困惑不解时,一匹小牝马从马群中脱逃,穿过驻军营垒,径直朝他们奔来并停在跟前;在其他人看来,其鬃毛闪耀着极其鲜亮的红褐色,其姿态高傲,其嘶鸣宏亮而自信,构成了一幅引人注目的景象,而占卜者塞奥克里托斯则领悟了其意,朝珀罗皮达斯高呼道: “可敬的人啊,你的祭品已经到来!我们不要再等待另一位处女,但你当接纳并使用神所赐予的这一位!” 于是他们牵来这匹牝马,引至那些少女的墓前,祈祷并为其佩戴花环后,便割喉献祭;他们自己欣喜万分,并将关于珀罗皮达斯所见幻影及此次献祭的消息传遍全军。

语法注4 条
  1. 22.1ὡς ἦν θέουσα

    ὡς ἦν 后接现在分词(θέουσα)的惯用结构,意为“依其奔跑的势头径直”或“全速奔跑着”,表示毫不减速地保持原势直奔目标。

  2. 22.1πυρσότατον

    形容词最高级的中性单数宾格作副词使用,修饰现在分词 στίλβουσα,意为“极其如火般红亮地闪烁着”。

  3. 22.2συμφρονήσας

    动词 συμφρονέω 的不定过去时主动分词。此处并非通常的“同意、赞同”之意,而是取其认知涵义,表示对前兆与神意“领悟”、“心领神会”。

  4. 22.2ἐνέτεμον

    动词 ἐντέμνω 的不定过去时。与献给奥林匹斯诸神的常规燔祭(θύω)不同,这是专门用于冥府神祇、英雄或亡灵祭祀的宗教术语,指割开牺牲的喉咙使鲜血注入墓穴或大地。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:22.1-22.2