← 普鲁塔克

佩洛皮达斯传

§21.1-21.4

献祭处女的梦示与将领们的争论

珀罗皮达斯在梦中受到斯克达索斯指示献祭一名金发处女,醒后便与占卜者和将领们商议。众人意见不一,有人援引先例主张遵从梦兆,有人则以神明不喜残忍祭祀为由坚决反对。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

ὁ δὲ Πελοπίδας ἐν τῷ στρατοπέδῳ κατακοιμηθεὶς ἔδοξε τάς τε παῖδας ὁρᾶν1 περὶ τὰ μνήματα θρηνούσας καὶ καταρωμένας τοῖς Σπαρτιάταις, τόν τε Σκέδασον κελεύοντα ταῖς κόραις σφαγιάσαι παρθένον ξανθήν, εἰ βούλοιτο τῶν πολεμίων ἐπικρατῆσαι. δεινοῦ δὲ καὶ παρανόμου τοῦ προστάγματος αὐτῷ φανέντος ἐξαναστὰς ἐκοινοῦτο τοῖς τε μάντεσι καὶ τοῖς ἄρχουσιν.

珀罗皮达斯在军营中睡下后,自以为见到了那些少女在陵墓周围哀恸哭诉,并对斯巴达人施以咒诅,又见斯克达索斯命他向少女们献祭一位金发的处女,假若他想战胜敌人的话。这一命令在他看来既骇人听闻又违背常法,于是他起身,将其告知了占卜者与众位统帅。

§21.2

ὧν οἱ μὲν οὐκ εἴων παραμελεῖν οἱ δʼ· ἀπειθεῖν,2 τῶν μὲν παλαιῶν προφέροντες Μενοικέα τόν Κρέοντος καὶ Μακαρίαν τὴν Ἡρακλέους, τῶν δʼ ὕστερον Φερεκύδην τε τόν σοφὸν ὑπὸ Λακεδαιμονίων ἀναιρεθέντα καὶ τὴν δορὰν αὐτοῦ κατά τι λόγιον ὑπὸ τῶν βασιλέων φρουρουμένην, Λεωνίδαν τε τῷ χρησμῷ τρόπον τινὰ προθυσάμενον ἑαυτὸν ὑπὲρ τῆς Ἑλλάδος, ἔτι δὲ τοὺς ὑπὸ Θεμιστοκλέους σφαγιασθέντας Ὠμηστῇ Διονύσῳ πρὸ τῆς ἐν Σαλαμῖνι ναυμαχίας· ἐκείνοις γὰρ ἐπιμαρτυρῆσαι τὰ κατορθώματα· τοῦτο δέ, ὡς Ἀγησίλαον ἀπὸ τῶν αὐτῶν Ἀγαμέμνονι τόπων ἐπὶ τοὺς αὐτοὺς στρατευόμενον πολεμίους ᾔτησε μὲν ἡ θεὸς τὴν θυγατέρα σφάγιον καὶ ταύτην εἶδε τὴν ὄψιν ἐν Αὐλίδι κοιμώμενος, ὁ δʼ οὐκ ἔδωκεν, ἀλλʼ ἀπομαλθακωθεὶς κατέλυσε τὴν στρατείαν ἄδοξον καὶ ἀτελῆ γενομένην.

在这些人中,有些人不许他忽视或违抗此命,在古人中援引了克瑞翁之子墨诺伊叩斯与赫拉克勒斯之女玛卡里亚,在后人中则援引了被拉刻代蒙人所杀、其遗皮依某神谕由历代国王看管的哲人斐瑞居得斯,以及遵照神谕在某种意义上为希腊预先献祭了自身的列奥尼达,还有在萨拉米斯海战前由地米斯托克利献祭给“食生肉者狄奥尼索斯”的人们;因为成功为此提供了见证。此外他们还援引此事:当阿格西劳斯从与阿伽门农相同的地点进军讨伐相同的敌人时,女神索要他的女儿作为祭品,他在奥利斯就寝时见到了这幅景象,但他未曾应允,反因心软退缩而终止了远征,致使远征变得无功且不名誉。

§21.4

οἱ δὲ τοὐναντίον ἀπηγόρευον, ὡς οὐδενὶ τῶν κρειττόνων καὶ ὑπὲρ ἡμᾶς ἀρεστὴν οὖσαν οὕτω βάρβαρον καὶ παράνομον θυσίαν· οὐ γὰρ τοὺς Τυφῶνας ἐκείνους οὐδὲ τοὺς Γίγαντας ἄρχειν, ἀλλὰ τόν πάντων πατέρα θεῶν καὶ ἀνθρώπων· δαίμονας δὲ χαίροντας ἀνθρώπων αἵματι καὶ φόνῳ πιστεύειν μὲν ἴσως ἐστὶν ἀβέλτερον, ὄντων δὲ τοιούτων ἀμελητέον ὡς ἀδυνάτων·3 ἀσθενείᾳ γὰρ καὶ μοχθηρίᾳ ψυχῆς ἐμφύεσθαι καὶ παραμένειν τάς ἀτόπους καὶ χαλεπὰς ἐπιθυμίας.

另一些人则截然相反地予以禁止,理由是如此野蛮且违背常法的祭祀绝不可能取悦任何高于我们的尊贵存在;因为统治宇宙的并非那些堤丰或癸干忒斯,而是一切神与人之父;至于相信存在喜好人类鲜血与杀戮的神灵,固然或许是愚蠢的,但即便真有这类存在,也应当视其为软弱无能而加以忽视;因为荒谬而残忍的欲望,乃是因灵魂的懦弱与邪恶才得以滋生并长存的。

语法注3 条
  1. 21.1ὁ δὲ Πελοπίδας ἐν τῷ στρατοπέδῳ κατακοιμηθεὶς ἔδοξε τάς τε παῖδας ὁρᾶν

    动词 ἔδοξε 采用了以 ὁ Πελοπίδας 为主语的人称构式(意为“珀罗皮达斯自以为看见了”)。不定式 ὁρᾶν 支配宾格对象 τάς τε παῖδας 与 τόν τε Σκέδασον,其后由表示直接感知的补足分词 θρηνούσας, καταρωμένας 及 κελεύοντα 作表语性说明。

  2. 21.2ὧν οἱ μὲν οὐκ εἴων παραμελεῖν οἱ δʼ· ἀπειθεῖν

    原文中的 οἱ δʼ· ἀπειθεῖν 对应校勘中的 οὐδʼ ἀπειθεῖν。整句的基本骨架为 ὧν οἱ μὲν οὐκ εἴων παραμελεῖν οὐδʼ ἀπειθεῖν... οἱ δὲ τοὐναντίον ἀπηγόρευον,否定词 οὐκ εἴων 统辖由 οὐδέ 连接的两个不定式 παραμελεῖν 与 ἀπειθεῖν(意为“不许他忽视或违抗”)。若将 οἱ δʼ 视为独立主语,则会使 ἀπειθεῖν 失去支配动词,并破坏与后文 οἱ δὲ τοὐναντίον 之间的呼应结构。

  3. 21.4δαίμονας δὲ χαίροντας ἀνθρώπων αἵματι καὶ φόνῳ πιστεύειν μὲν ἴσως ἐστὶν ἀβέλτερον, ὄντων δὲ τοιούτων ἀμελητέον ὡς ἀδυνάτων

    句首的 δαίμονας... 为话题前置(提前宾格),作为 πιστεύειν 所指向的对象。随后通过让步性的属格独立结构 ὄντων δὲ τοιούτων(“即便存在此类神灵”)承接,并导入动词性形容词非人称构式 ἀμελητέον 及表语短语 ὡς ἀδυνάτων(“应当视其为无能而予以忽视”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:21.1-21.4