← 普鲁塔克

佩洛皮达斯传

§20.1-20.4

留克特拉的对峙与斯克达索斯之女的凶兆之梦

面对斯巴达人入侵带来的灭顶危机,珀罗皮达斯告别妻子奔赴军营,全力支持埃帕梅诺达斯决战的主张;然而在留克特拉对峙期间,他在梦中目睹凶险异象,此地正是昔日遭斯巴达人强暴自尽的少女们之墓地与神谕警示之所。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

ἐπεὶ δὲ Λακεδαιμόνιοι πᾶσι τοῖς Ἕλλησιν εἰρήνην συνθέμενοι πρὸς μόνους Θηβαίους ἐξήνεγκαν τὸν πόλεμον, ἐνεβεβλήκει δὲ Κλεόμβροτος ὁ βασιλεύς ἄγων ὁπλίτας μυρίους, ἱππεῖς δὲ χιλίους, ὁ δὲ κίνδυνος οὐ περὶ ὧν πρότερον ἦν Θηβαίοις, ἀλλʼ ἄντικρυς ἀπειλὴ καὶ καταγγελία διοικισμοῦ, καὶ φόβος οἷος οὔπω τὴν Βοιωτίαν κατεῖχεν, ἐξιὼν μὲν ἐκ τῆς οἰκίας ὁ Πελοπίδας, καὶ τῆς γυναικὸς ἐν τῷ προπέμπειν δακρυούσης καὶ παρακαλούσης σῴζειν ἑαυτόν, ταῦτα, εἶπεν, ὦ γύναι, τοῖς ἰδιώταις χρὴ παραινεῖν, τοῖς δὲ ἄρχουσιν ὅπως τοὺς ἄλλους σῴζωσιν·1 ἐλθὼν δὲ εἰς τὸ στρατόπεδον καὶ τοὺς βοιωτάρχας καταλαβὼν οὐχ ὁμογνωμονοῦντας, πρῶτος Ἐπαμεινώνδᾳ προσέθετο γνώμην ψηφιζομένῳ διὰ μάχης ἰέναι τοῖς πολεμίοις,2 βοιωτάρχης μὲν οὐκ ἀποδεδειγμένος, ἄρχων δὲ τοῦ ἱεροῦ λόχου, καὶ πιστευόμενος, ὡς ἦν δίκαιον ἄνδρα τηλικαῦτα δεδωκότα τῇ πατρίδι σύμβολα εἰς τὴν ἐλευθερίαν.

当拉刻代蒙人与所有希腊人缔结和约,却唯独向忒拜人宣战,国王克勒翁布罗托斯率领一万重装步兵与一千骑兵入侵,而忒拜人所面临的危险已非昔日可比,而是面临直接解体城邦为村落的威胁与宣告,前所未有的恐惧笼罩着玻俄提亚时,珀罗皮达斯正要走出家门,妻子在为他送行时哭泣着恳求他保全自己,“这种话,”他说,“妻子啊,应当劝告平民百姓,但对执政者,则应劝他们去拯救众人。” 来到军营,见玻俄塔尔克斯们意见不一,他第一个赞同埃帕梅诺达斯的意见,后者正投票主张与敌人交战;珀罗皮达斯虽未被任命为玻俄塔尔克斯,却是指挥神圣军团的长官,并且受到众人的信赖,正如一位为祖国的自由献出如此重大凭证的人所理应享有的那样。

§20.3

ὡς οὖν ἐδέδοκτο διακινδυνεύειν καὶ περὶ τὰ Λεῦκτρα τοῖς Λακεδαιμονίοις ἀντεστρατοπέδευον, ὄψιν εἶδε κατὰ τοὺς ὕπνους ὁ Πελοπίδας εὖ μάλα διαταράξασαν αὐτόν, ἔστι γὰρ ἐν τῷ Λευκτρικῷ πεδίῳ τὰ σήματα τῶν τοῦ Σκεδάσου θυγατέρων, ἃς Λευκτρίδας καλοῦσι διὰ τὸν τόπον· ἐκεῖ γὰρ αὐταῖς ὑπὸ ξένων Σπαρτιατῶν βιασθείσαις συνέβη ταφῆναι.3

于是,既然决定殊死一搏,并在留克特拉附近与拉刻代蒙军扎营对峙,珀罗皮达斯在睡梦中见到了一个令他极度不安的异象。因为在留克特拉的平原上,有斯克达索斯的女儿们的陵冢,她们因地名而被称为“留克特里斯”;原来她们在此地遭到作客的斯巴达人强暴后被埋葬于此。

§20.4

γενομένης δὲ χαλεπῆς οὕτω καὶ παρανόμου πράξεως, ὁ μὲν πατήρ, ὡς οὐκ ἔτυχεν ἐν Λακεδαίμονι δίκης, ἀρὰς κατὰ τῶν Σπαρτιατῶν ἀρασάμενος ἔσφαξεν ἑαυτὸν ἐπὶ τοῖς τάφοις τῶν παρθένων, χρησμοὶ δὲ καὶ λόγια τοῖς Σπαρτιάταις ἀεὶ προὔφαινον εὐλαβεῖσθαι καὶ φυλάττεσθαι τὸ Λευκτρικὸν μήνιμα, μὴ πάνυ τῶν πολλῶν συνιέντων, ἀλλʼ ἀμφιγνοούντων τὸν τόπον, ἐπεὶ καὶ τῆς Λακωνικῆς πολίχνιον πρὸς τῇ θαλάσσῃ Λεῦκτρον ὀνομάζεται, καὶ πρὸς Μεγάλῃ πόλει τῆς Ἀρκαδίας τόπος ἐστὶν ὁμώνυμος, τὸ μὲν οὖν πάθος τοῦτο πολὺ τῶν Λευκτρικῶν ἦν παλαιότερον.

当这般残酷且非法的罪行发生后,父亲由于在拉刻代蒙未得伸张正义,便发下咒诅诅咒斯巴达人,并在少女们的墓上自刎;神谕与神示始终向斯巴达人预示着要提防和戒备留克特拉的忿怒,但大多数人完全没有领会,反而对具体地点捉摸不定,因为在拉科尼亚沿海有一处小镇名为留克特隆,在阿卡迪亚的梅加洛波利斯附近也有一处同名之地。这一惨案发生的时间比留克特拉战役要久远得多。

语法注3 条
  1. 20.2τοῖς δὲ ἄρχουσιν ὅπως τοὺς ἄλλους σῴζωσιν

    此处承接前文“ταῦτα ... τοῖς ἰδιώταις χρὴ παραινεῖν”,省略了谓语动词短语 χρὴ παραινεῖν,但宾语结构由代词所指的不定式(ταῦτα 即 σῴζειν ἑαυτόν)转变为由 ὅπως 引导带虚拟式(σῴζωσιν)的努力从句,形成修辞上的呼应与结构转折,对比了劝告平民与劝告统治者之不同。

  2. 20.2διὰ μάχης ἰέναι τοῖς πολεμίοις

    介词 διά 带属格与动词 ἰέναι 连用构成迂回惯用表达,意为“进行战斗/交战”(相当于 μάχεσθαι)。与格 τοῖς πολεμίοις 作为表示敌对或对抗交锋的与格(adversative dative),依附于此战斗短语。

  3. 20.3αὐταῖς ὑπὸ ξένων Σπαρτιατῶν βιασθείσαις συνέβη ταφῆναι

    无人称动词 συνέβη(“发生/落得……结果”)在此接与格代词及分词短语(αὐταῖς ... βιασθείσαις)与被动态不定式(ταφῆναι)。此结构并未采用常见的宾格加不定式结构,而是以与格分词标明受害之人,以不定式指示降临于她们的遭遇。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:20.1-20.4