- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:19.1-19.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段阐明忒拜关于爱侣的风习源于立法者调和尚武性情的教化考量,并对比了戈尔吉达斯将神圣军团分散在方阵前线与珀罗皮达斯将其作为整体集中运用的不同战术。
ὅλως δὲ τῆς περὶ τοὺς ἐραστὰς συνηθείας οὐχ, ὥσπερ οἱ ποιηταὶ λέγουσι, Θηβαίοις τὸ Λαΐου πάθος ἀρχὴν παρέσχεν, ἀλλʼ οἱ νομοθέται τὸ φύσει θυμοειδὲς αὐτῶν καὶ ἄκρατον ἀνιέναι καὶ ἀνυγραίνειν εὐθὺς ἐκ παίδων βουλόμενοι, πολὺν μὲν ἀνεμίξαντο καὶ σπουδῇ καὶ παιδιᾷ πάσῃ τὸν αὐλόν, εἰς τιμὴν καὶ προεδρίαν ἄγοντες, λαμπρὸν δὲ τὸν ἔρωτα ταῖς παλαίστραις ἐνεθρέψαντο, συγκεραννύντες τὰ ἤθη τῶν νέων.
总的说来,关于爱人的习俗,并不像诗人们所说的那样是由拉伊俄斯的灾祸给忒拜人带来开端的;而是立法者们希望从幼年起就缓解并软化他们天性中刚烈凶暴的气质,因而将阿夫洛斯管大量融入于一切庄重的事务与嬉戏之中,赋予其崇高的荣誉与显要的地位,并在竞技场中显著地培育爱欲,以调和青年的性情。
ὀρθῶς δὲ πρὸς τοῦτο καὶ τὴν ἐξ Ἄρεως καὶ Ἀφροδίτης γεγονέναι λεγομένην θεὸν τῇ πόλει συνῳκείωσαν, ὡς, ὅπου τὸ μαχητικὸν καὶ πολεμικὸν μάλιστα τῷ μετέχοντι πειθοῦς καὶ χαρίτων ὁμιλεῖ καὶ σύνεστιν, εἰς τὴν ἐμμελεστάτην καὶ κοσμιωτάτην πολιτείαν διʼ Ἁρμονίας καθισταμένων ἁπάντων.1
正因如此,他们理所当然地使那位相传由阿瑞斯与阿芙洛狄忒所生的女神与城邦紧密相联,因为他们认为,凡是尚武与作战的精神最能与分享劝导和优雅的事物相交往、相融合之处,万物便通过“和谐”归于最为协调、最为规整的政制。
τὸν οὖν ἱερὸν λόχον τοῦτον ὁ μὲν Γοργίδας διαιρῶν εἰς τὰ πρῶτα ζυγά καὶ παρʼ ὅλην τὴν φάλαγγα τῶν ὁπλιτῶν προβαλλόμενος ἐπίδηλον οὐκ ἐποίει τὴν ἀρετὴν τῶν ἀνδρῶν, οὐδʼ ἐχρῆτο τῇ δυνάμει πρὸς κοινὸν ἔργον, ἅτε δὴ διαλελυμένῃ καὶ πρὸς πολὺ μεμιγμένῃ τὸ φαυλότερον,2 ὁ δὲ Πελοπίδας, ὡς ἐξέλαμψεν αὐτῶν ἡ ἀρετὴ περὶ Τεγύρας, καθαρῶς καὶ περὶ αὐτὸν ἀγωνισαμένων, οὐκέτι διεῖλεν οὐδὲ διέσπασεν, ἀλλʼ ὥσπερ σώματι χρώμενος ὅλῳ προεκινδύνευε τοῖς μεγίστοις ἀγῶσιν.
于是,戈尔吉达斯曾将这支神圣军团分散在最前列,并沿着重装步兵的整条方阵前方展开,因而未能显扬这些勇士的英武,也未能将他们的力量用于协同的作战,因为其力量被拆散了,并与许多较为平庸的人混杂在一起;然而珀罗皮达斯,在他们于特古拉附近不加混杂地围绕着他作战并使英勇光芒耀眼之后,就再也不曾将其分散或拆开,而是如同运用一个完整的身躯一样,在最重大的战斗中于最前线犯险。
ὥσπερ γὰρ οἱ ἵπποι θᾶσσον ὑπὸ τοῖς ἅρμασιν ἢ καθʼ αὑτοὺς ἐλαυνόμενοι θέουσιν, οὐχ ὅτι μᾶλλον ἐμπίπτοντες ἐκβιάζονται τὸν ἀέρα τῷ πλήθει ῥηγνύμενον, ἀλλʼ ὅτι συνεκκαίει τὸν θυμὸν ἡ μετʼ ἀλλήλων ἅμιλλα καὶ τὸ φιλόνεικον, οὕτως ᾤετο τοὺς ἀγαθοὺς ζῆλον ἀλλήλοις καλῶν ἔργων ἐνιέντας ὠφελιμωτάτους εἰς κοινὸν ἔργον εἶναι καὶ προθυμοτάτους.
正如战马系于战车时奔跑得要比独自被驱赶时更为迅捷——这并非因为它们以更大的冲力凭借集群击破被撕裂的空气,而是因为彼此之间的竞逐与求胜之心共同激发了意气——同样,他认为优秀的勇士若相互激发对崇高行为的热忱,在协同的行动中就会最为得力,也最为奋勇奋发。
- 19.2ὡς, ὅπου τὸ μαχητικὸν καὶ πολεμικὸν μάλιστα τῷ μετέχοντι πειθοῦς καὶ χαρίτων ὁμιλεῖ καὶ σύνεστιν, εἰς τὴν ἐμμελεστάτην καὶ κοσμιωτάτην πολιτείαν διʼ Ἁρμονίας καθισταμένων ἁπάντων
由连词 ὡς 引导的属格独立结构(καθισταμένων ἁπάντων),依附于主句动词 συνῳκείωσαν,表达立法者设立这一关联的主观理由与意图(“盖因认为……”)。此外,διʼ Ἁρμονίας 既指神话中阿瑞斯与阿芙洛狄忒之女哈耳摩尼亚(Harmonia),又兼具抽象名词“和谐”之义,构成了双关。
- 19.3πρὸς πολὺ μεμιγμένῃ τὸ φαυλότερον
介词短语 πρὸς πολὺ τὸ φαυλότερον 中出现的分离语序(hyperbaton),分词 μεμιγμένῃ 嵌入在 πολὺ 与带有冠词的比较级 τὸ φαυλότερον 之间。在句法上,该分词修饰主句中的 τῇ δυνάμει,意为“(其力量)与许多较为劣质/平庸的群体混杂在一起”。
