← 普鲁塔克

佩洛皮达斯传

§1.1-1.5

论真正的勇气与生命的价值

通过引用老加图的言论、治愈后变怯弱的士兵轶事以及叙巴里斯人对斯巴达的评价,论述了真正的勇气并非轻生,而是本于美德妥善面对生死并以自保为先。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

Κάτων ὁ πρεσβύτερος πρός τινας ἐπαινοῦντας ἄνθρωπον ἀλογίστως παράβολον καὶ τολμηρὸν ἐν τοῖς πολεμικοῖς διαφέρειν ἔφη τὸ πολλοῦ τινα τὴν ἀρετὴν ἀξίαν καὶ τὸ μὴ πολλοῦ ἄξιον τὸ ζῆν νομίζειν1 ὀρθῶς ἀποφαινόμενος. ὁ γοῦν παρʼ Ἀντιγόνῳ στρατευόμενος ἰταμός, φαῦλος δὲ τὴν ἕξιν καὶ τὸ σῶμα διεφθορώς, ἐρομένου τοῦ βασιλέως τὴν αἰτίαν τῆς ὠχρότητος ὡμολόγησέ τινα νόσον τῶν ἀπορρήτων· ἐπεὶ δὲ φιλοτιμηθεὶς ὁ βασιλεὺς προσέταξε τοῖς ἰατροῖς, ἐάν τις ᾖ βοήθεια, μηδὲν ἐλλιπεῖν τῆς ἄκρας ἐπιμελείας, οὕτω θεραπευθεὶς ὁ γενναῖος ἐκεῖνος οὐκέτʼ ἦν φιλοκίνδυνος οὐδὲ ῥαγδαῖος ἐν τοῖς ἀγῶσιν, ὥστε καὶ τὸν Ἀντίγονον ἐγκαλεῖν καὶ θαυμάζειν τὴν μεταβολήν. οὐ μὴν ὁ ἄνθρωπος ἀπεκρύψατο τὸ αἴτιον, ἀλλʼ εἶπεν ὦ βασιλεῦ, σύ με πεποίηκας ἀτολμότερον, ἀπαλλάξας ἐκείνων τῶν κακῶν διʼ ἃ τοῦ ζῆν ὠλιγώρουν.

老加图针对某些赞扬一个在战事中鲁莽冒失且胆大妄为之人的人,正确地断言道:重视美德与轻视生命之间大有分别。事实上,安提柯军中有一名勇猛的士兵,体质孱弱且身体残损,当国王询问其脸色苍白的原因时,他坦承自己患有一种难以启齿的隐疾;国王颇为热心,命令御医若有救治之法便须倾尽全力关照,然而这位勇士被治愈之后,却不再乐于冒险,在战斗中也不再勇猛冲杀,以至于安提柯甚至责难他,并对这种转变深感惊异。但他并未隐瞒缘由,而是说道: “国王啊,正是您让我变得不那么勇敢了,因为您解除了我那些曾让我漠视生命的痛苦。”

§1.3

πρὸς τοῦτο δὲ φαίνεται καὶ Συβαρίτης ἀνὴρ εἰπεῖν περὶ τῶν Σπαρτιατῶν ὡς οὐ μέγα ποιοῦσι θανατῶντες ἐν τοῖς πολέμοις ὑπὲρ τοῦ τοσούτους πόνους καὶ τοιαύτην ἀποφυγεῖν δίαιταν. ἀλλὰ Συβαρίταις μέν ἐκτετηκόσιν ὑπὸ τρυφῆς καὶ μαλακίας διὰ τὴν πρός τὸ καλὸν ὁρμὴν καὶ φιλοτιμίαν εἰκότως ἐφαίνοντο μισεῖν τὸν βίον οἱ μὴ φοβούμενοι τὸν θάνατον, Λακεδαιμονίοις δὲ καὶ ζῆν ἡδέως καὶ θνῄσκειν ἀμφότερα ἀρετὴ παρεῖχεν, ὡς δηλοῖ τὸ ἐπικήδειον· οἵδε γάρ φησιν ἔθανον "οὐ τὸ ζῇν θέμενοι καλὸν οὐδὲ τὸ θνῄσκειν, ἀλλὰ τὸ ταῦτα καλῶς ἀμφότερʼ ἐκτελέσαι." οὔτε γὰρ φυγὴ θανάτου μεμπτόν, ἂν ὀρέγηταί τις τοῦ βίου μὴ αἰσχρῶς, οὔτε ὑπομονὴ καλόν, εἰ μετʼ ὀλιγωρίας γίνοιτο τοῦ ζῆν.

某位叙巴里斯人关于斯巴达人似乎也说过类似的话:他们为了逃避如此众多的劳苦和这般的生活方式而在战争中寻死,算不上什么壮举。然而,对于沉溺在奢靡与软弱中而消沉的叙巴里斯人而言,那些出于对美善的向往和对荣誉的追求而不畏死亡的人,在他们看来自然像是在厌恶生命;但对于拉刻代蒙人来说,美德使他们无论是愉快地活着还是赴死皆能兼备,正如这首挽歌所昭示的: “这些人死去了, 他们既不把活着视为善,亦不把死亡视为善, 而是把善美地完结这两者视为至善。” 因为逃避死亡若非出于可耻的贪生,便无可指责;而承受死亡若是伴随着对生命的轻视,亦非高尚。

§1.5

ὅθεν Ὅμηρος μέν ἀεὶ τοὺς θαρραλεωτάτους καὶ μαχιμωτάτους ἄνδρας εὖ καὶ καλῶς ὡπλισμένους ἐξάγει πρός τοὺς ἀγῶνας, οἱ δὲ τῶν Ἑλλήνων νομοθέται τὸν ῥίψασπιν κολάζουσιν, οὐ τὸν ξίφος οὐδὲ λόγχην προέμενον, διδάσκοντες ὅτι τοῦ μὴ παθεῖν κακῶς πρότερον ἢ τοῦ ποιῆσαι τοὺς πολεμίους ἑκάστῳ μέλειν προσήκει,2 μάλιστα δὲ ἄρχοντι πόλεως ἢ στρατεύματος.

因此,荷马总是让最勇敢、最具战斗力的人身披精良铠甲走上战场;而希腊的立法者惩罚丢弃盾牌的人,而非弃剑或弃矛之人,这正是要教导人们:免受敌害应当优先于加害敌人,这是每个人、尤其是城邦或军队统率者所应首要关切之事。

语法注2 条
  1. 1.1διαφέρειν ἔφη τὸ πολλοῦ τινα τὴν ἀρετὴν ἀξίαν καὶ τὸ μὴ πολλοῦ ἄξιον τὸ ζῆν νομίζειν

    διαφέρειν 在此并非表示“要紧/重要”的无人称用法,而是意为“有区别/不同”。其主语是由中性冠词引导的两个并列不定式短语 τὸ ... τὴν ἀρετὴν ἀξίαν [νομίζειν] 与 τὸ ... τὸ ζῆν νομίζειν,表明这两种态度之间的界限。πολλοῦ 为表示价值的属格,分别修饰 ἀξίαν 与 ἄξιον。

  2. 1.5τοῦ μὴ παθεῖν κακῶς πρότερον ἢ τοῦ ποιῆσαι τοὺς πολεμίους ἑκάστῳ μέλειν προσήκει

    无人称动词 προσήκει 接不定式 μέλειν(其本身亦为无人称用法),与格 ἑκάστῳ 表示关涉的主体(“对每个人而言”)。μέλειν 所关涉的对象由两个属格冠词不定式 τοῦ μὴ παθεῖν κακῶς 与 τοῦ ποιῆσαι [κακῶς] τοὺς πολεμίους 充当,并通过 πρότερον ἤ(先于/重于)表达两者之间的优先次序。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:1.1-1.5