← 普鲁塔克

佩洛皮达斯传

§18.1-18.5

忒拜神圣军团的渊源与结盟之爱

记述了忒拜神圣军团由戈尔吉达斯从爱人与被爱者中创设的渊源,阐释了以爱意纽带造就的坚不可摧的战斗凝聚力,并记录了腓力在喀罗尼亚战后巡视战死者时对该军团的赞叹与凭吊。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

τὸν δʼ ἱερὸν λόχον, ὥς φασι, συνετάξατο Γοργίδας πρῶτος ἐξ ἀνδρῶν ἐπιλέκτων τριακοσίων, οἷς ἡ πόλις ἄσκησιν καὶ δίαιταν ἐν τῇ Καδμείᾳ στρατοπεδευομένοις παρεῖχε, καὶ διὰ τοῦθʼ ὁ ἐκ πόλεως λόχος ἐκαλοῦντο· τὰς γὰρ ἀκροπόλεις ἐπιεικῶς οἱ τότε πόλεις ὠνόμαζον. ἔνιοι δέ φασιν ἐξ ἐραστῶν καὶ ἐρωμένων γενέσθαι τὸ σύστημα τοῦτο.

据说神圣军团最初是由戈尔吉达斯从挑选出的三百名勇士中编组而成的。由于城邦为他们提供训练并在卡德摩斯要塞驻扎期间供给膳食,因此他们也被称为“城中之团”,盖因当时的人们通常称呼卫城为“城”。也有人说,这个编制是由爱人与被爱者组成的。

§18.2

καὶ Παμμένους ἀπομνημονεύεταί τι μετὰ παιδιᾶς εἰρημένον· οὐ γὰρ ἔφη τακτικὸν εἶναι τὸν Ὁμήρου Νέστορα κελεύοντα κατὰ φῦλα καὶ φρήτρας συλλοχίζεσθαι τοὺς Ἕλληνας, "ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις," δέον1 ἐραστὴν παρʼ ἐρώμενον τάττειν. φυλέτας μὲν γὰρ φυλετῶν καὶ φράτορας φρατόρων οὐ πολὺν λόγον ἔχειν ἐν τοῖς δεινοῖς, τὸ δʼ ἐξ ἐρωτικῆς φιλίας συνηρμοσμένον στῖφος ἀδιάλυτον εἶναι καὶ ἄρρηκτον, ὅταν οἱ μὲν ἀγαπῶντες τοὺς ἐρωμένους, οἱ δὲ αἰσχυνόμενοι τοὺς ἐρῶντας ἐμμένωσι τοῖς δεινοῖς ὑπὲρ ἀλλήλων.

潘梅尼斯曾半开玩笑地说过一段被载入史册的话:他称荷马笔下的涅斯托尔并不精通战术,因为他让希腊人按部族和氏族结队列阵,“使氏族相助氏族,部族相援部族”,然而本应当把爱人安排在被爱者身旁的。盖因在危难之中,同部族者对待同部族者、同宗族者对待同宗族者并不会放在心上;然而因爱意的情谊而结合在一起的密集战阵,则是牢不可破、难分难解的,因为那些钟爱被爱者的爱人们,以及在爱人面前知耻的被爱者们,在险境中都会为了彼此而坚守阵地。

§18.3

καὶ τοῦτο θαυμαστὸν οὐκ ἔστιν, εἴγε δὴ καὶ μὴ παρόντας αἰδοῦνται μᾶλλον ἑτέρων παρόντων, ὡς ἐκεῖνος ὁ τοῦ πολεμίου κείμενον αὑτὸν ἐπισφάττειν μέλλοντος2 δεόμενος καὶ ἀντιβολῶν διὰ τοῦ στέρνου διεῖναι τὸ ξίφος, ὅπως, ἔφη, μή με νεκρὸν ὁ ἐρώμενος ὁρῶν κατὰ νώτου τετρωμένον αἰσχυνθῇ.

这亦不足为奇,毕竟哪怕爱侣不在场,他们表现出的敬畏也远胜于对在场的其他人;正如倒在地上的那名战士,当敌人正欲将他刺杀时,他恳求并哀告敌人将利剑刺穿自己的胸膛,“以免,”他说,“我的被爱者看到我的遗体背后受创而蒙受羞辱。”

§18.4

λέγεται δὲ καὶ τὸν Ἰόλεων τοῦ Ἡρακλέους ἐρώμενον ὄντα κοινωνεῖν τῶν ἄθλων καὶ παρασπίζειν. Ἀριστοτέλης δὲ καὶ καθʼ αὑτὸν ἔτι φησὶν ἐπὶ τοῦ τάφου τοῦ Ἰόλεω τὰς καταπιστώσεις ποιεῖσθαι τοὺς ἐρωμένους καὶ τοὺς ἐραστάς. εἰκὸς οὖν καὶ τὸν λόχον ἱερὸν προσαγορεύεσθαι, καθότι καὶ Πλάτων ἔνθεον φίλον τὸν ἐραστὴν προσεῖπε.

据说伊奥劳斯也是赫拉克勒斯的被爱者,曾共同分担艰险并肩持盾作战。亚里士多德也说,直到他的时代,爱人与被爱者仍旧在伊奥劳斯的陵墓前订立盟誓。因此,正如柏拉图将爱人称作“神附之友”一样,这个军团被称为“神圣”也是理所当然的。

§18.5

λέγεται δὲ διαμεῖναι μέχρι τῆς ἐν Χαιρωνείᾳ μάχης ἀήττητον· ὡς δὲ μετὰ τὴν μάχην ἐφορῶν τοὺς νεκροὺς ὁ Φίλιππος ἔστη κατὰ τοῦτο τὸ χωρίον ἐν ᾧ συνετύγχανε κεῖσθαι τοὺς τριακοσίους, ἐναντίους ἀπηντηκότας ταῖς σαρίσαις ἅπαντας ἐν τοῖς ὅπλοις καὶ μετʼ ἀλλήλων ἀναμεμιγμένους, θαυμάσαντα καὶ πυθόμενον ὡς ὁ τῶν ἐραστῶν καὶ τῶν ἐρωμένων οὗτος εἴη λόχος, δακρῦσαι καὶ εἰπεῖν3 ἀπόλοιντο κακῶς οἱ τούτους τι ποιεῖν ἢ πάσχειν αἰσχρὸν ὑπονοοῦντες.

据说该军团直到喀罗尼亚战役之前始终未尝败绩。战后腓力巡视阵亡者时,驻足于这三百人恰巧倒下的地方——他们全副武装,迎面直抵萨里沙长矛,彼此交错躺卧在一起;腓力大为惊异,在得知这便是由爱人与被爱者组成的军团后,潸然泪下并说道: “愿那些猜忌这些人曾做过或遭受过任何可耻之事的人,死于非命!”

语法注3 条
  1. 18.2δέον

    非人称动词 δεῖ 的中性单数现在分词构成的绝对宾格(accusative absolute),意为“本应当……”,引出对前文涅斯托尔按部族氏族列阵方式的对比与反驳理由。

  2. 18.3τοῦ πολεμίου κείμενον αὑτὸν ἐπισφάττειν μέλλοντος

    τοῦ πολεμίου ... μέλλοντος 构成属格绝对结构(genitive absolute)。在其中,反身代词 αὑτόν 作为补足不定词 ἐπισφάττειν 的直接宾语,分词 κείμενον 与 αὑτόν 保持同性同数同格(宾格)作其修饰语。

  3. 18.5θαυμάσαντα καὶ πυθόμενον ... δακρῦσαι καὶ εἰπεῖν

    受首句 λέγεται 支配的宾格加不定词结构。尽管在 ὡς 时间从句中腓力为主格(ὁ Φίλιππος),但在主句结构中,其逻辑主语转化为宾格分词 θαυμάσαντα καὶ πυθόμενον,进而统辖不定词 δακρῦσαι καὶ εἰπεῖν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:18.1-18.5