← 普鲁塔克

佩洛皮达斯传

§17.1-17.6

泰居拉之战与神圣军团的胜利

佩洛皮达斯率领处于劣势的忒拜军队在泰居拉与斯巴达军遭遇,凭借神圣军团的集中突击击杀敌方主将,取得了历史性的辉煌大胜。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

εἰς δʼ οὖν Τεγύρας οἱ Θηβαῖοι κατὰ τὸν αὐτὸν χρόνον ἐκ τῆς Ὀρχομενίας ἀπιόντες καί οἱ Λακεδαιμόνιοι συνέπιπτον, ἐξ ἐναντίας αὐτοῖς ἐκ τῆς Λοκρίδος ἀναζευγνύντες. ὡς δὲ πρῶτον ὤφθησαν τὰ στενὰ διεκβάλλοντες, καί τις εἶπε τῷ Πελοπίδᾳ προσδραμών· ἐμπεπτώκαμεν εἰς τοὺς πολεμίους, τί μᾶλλον, εἶπεν, ἢ εἰς ἡμᾶς ἐκεῖνοι;

总之,从奥尔科麦诺斯领地撤退的忒拜人与从洛克里斯撤回的拉刻代蒙人,在同一时刻于泰居拉正面相遇。刚一看到敌人冲出狭窄隘口,就有一人奔至佩洛皮达斯面前说道: “我们落入敌阵了!” 佩洛皮达斯回答: “为何不说是他们落入我们阵中呢?”

§17.2

καί τὴν μὲν ἵππον εὐθὺς πᾶσαν ἐκέλευσε παρελαύνειν ἀπʼ οὐρᾶς ὡς προεμβαλοῦσαν, αὐτὸς δὲ τοὺς ὁπλίτας τριακοσίους ὄντας εἰς ὀλίγον συνήγαγεν, ἐλπίζων καθʼ ὃ προσβάλοι μάλιστα διακόψειν ὑπερβάλλοντας πλήθει τοὺς πολεμίους. ἦσαν δὲ δύο μόραι Λακεδαιμονίων, τὴν δὲ μόραν Ἔφορος μὲν ἄνδρας εἶναι πεντακοσίους φησί, Καλλισθένης δʼ ἑπτακοσίους, ἄλλοι δέ τινες ἐνακοσίους, ὧν Πολύβιός ἐστι.

他随即命令全部骑兵从后方绕前以便先头冲锋,自己则将仅有的三百名重装步兵聚拢为紧密阵形,期望在自己突击之处有力地撕裂人数占优的敌军。当时拉刻代蒙人有两个莫拉;关于一个莫拉的人数,埃福罗斯称是五百人,卡利斯忒涅斯称是七百人,包括波利比乌斯在内的另一些人则称是九百人。

§17.3

καὶ θαρροῦντες οἱ πολέμαρχοι τῶν Σπαρτιατῶν Γοργολέων καί Θεόπομπος ὥρμησαν ἐπὶ τοὺς Θηβαίους, γενομένης δέ πως μάλιστα τῆς ἐφόδου κατʼ αὐτοὺς τοὺς ἄρχοντας ἀπʼ ἀμφοτέρων μετὰ θυμοῦ καί βίας, πρῶτον μὲν οἱ πολέμαρχοι τῶν Λακεδαιμονίων τῷ Πελοπίδᾳ συρράξαντες ἔπεσον·

斯巴达的军事长官戈尔戈莱翁和忒奥波姆波斯满怀信心地向忒拜人猛扑过来。双方带着狂怒与力量,攻势几乎完全对着敌方将领自身展开;首先与佩洛皮达斯交锋的拉刻代蒙长官们被击杀毙命。

§17.4

ἔπειτα τῶν περὶ ἐκείνους παιομένων καί ἀποθνῃσκόντων ἅπαν εἰς φόβον κατέστη τὸ στράτευμα, καί διέσχε μὲν ἐπʼ ἀμφότερα τοῖς Θηβαίοις, ὡς διεκπεσεῖν εἰς τοὔμπροσθεν καί διεκδῦναι βουλομένοις,1 ἐπεὶ δὲ τὴν δεδομένην ὁ Πελοπίδας ἡγεῖτο πρὸς τοὺς συνεστῶτας καί διεξῄει φονεύων, οὕτω πάντες προτροπάδην ἔφευγον. ἐγένετο δὲ οὐκ ἐπὶ πολὺν τόπον ἡ δίωξις· ἐφοβοῦντο γὰρ ἐγγὺς ὄντας οἱ Θηβαῖοι τοὺς Ὀρχομενίους καί τὴν διαδοχὴν τῶν Λακεδαιμονίων.

接着,其左右的随从亦纷纷中击阵亡,整支敌军遂陷入恐慌,并向两侧分开给忒拜人让路,以为他们只想冲出重围逃往前方。然而佩洛皮达斯却率领部众顺着这条让开的通道,径直扑向那些仍在结阵抵抗的敌军并一路斩杀,斯巴达兵遂全线仓皇溃逃。追击并未持续很远,因为忒拜人忌惮近在咫尺的奥尔科麦诺斯人以及拉刻代蒙的新援军。

§17.5

ὅσον δὲ νικῆσαι κατὰ κράτος καί διεξελθεῖν διὰ παντὸς ἡσσωμένου τοῦ στρατεύματος, ἐξεβιάσαντο·2 καί στήσαντες τρόπαιον καί νεκροὺς σκυλεύσαντες ἀνεχώρησαν ἐπʼ οἴκου μέγα φρονοῦντες. ἐν γὰρ τοσούτοις, ὡς ἔοικε, πολέμοις Ἑλληνικοῖς καί βαρβαρικοῖς πρότερον οὐδέποτε Λακεδαιμόνιοι πλείονες ὄντες ὑπʼ ἐλαττόνων ἐκρατήθησαν, ἀλλʼ οὐδὲ ἴσοι πρὸς ἴσους ἐκ παρατάξεως συμβαλόντες.

但他们所奋力施展的攻势,已足以取得压倒性的完全胜利,并彻底贯穿击溃敌军全阵。在树立战利品纪念柱并剥除阵亡者甲胄后,他们意气风发地踏上归途。盖因在以往如此众多与希腊人或异族人的战役中,据传拉刻代蒙人在兵力占优的情况下从未被劣势之敌击败过,甚至在双方兵力对等的列阵会战中亦未尝败绩。

§17.6

ὅθεν ἦσαν ἀνυπόστατοι τὰ φρονήματα, καί τῇ δόξῃ καταπληττόμενοι τοὺς ἀντιταττομένους, οὐδὲ αὐτοὺς ἀξιοῦντας ἀπʼ ἴσης δυνάμεως τὸ ἴσον φέρεσθαι Σπαρτιάταις, εἰς χεῖρας συνέστησαν,3 ἐκείνη δὲ ἡ μάχη πρώτη καί τοὺς ἄλλους ἐδίδαξεν Ἕλληνας ὡς οὐχ ὁ Εὐρώτας οὐδʼ ὁ μεταξὺ Βαβύκας καί Κνακιῶνος τόπος ἄνδρας ἐκφέρει μαχητὰς καί πολεμικούς, ἀλλὰ παρʼ οἷς ἂν αἰσχύνεσθαι τὰ αἰσχρὰ καί τολμᾶν ἐπὶ τοῖς καλοῖς ἐθέλοντες ἐγγένωνται νέοι καί τοὺς ψόγους τῶν κινδύνων μᾶλλον φεύγοντες, οὗτοι φοβερώτατοι τοῖς ἐναντίοις εἰσί.

因此他们的士气原是不可阻挡的,凭着声威震慑那些自己也不认为能以对等兵力与斯巴达人平分秋色的迎战之敌,展开近身肉搏。然而那一战首次向其他希腊人证明:产出骁勇善战勇士的,并非欧罗塔斯河,亦非巴比卡与克纳基翁之间的土地;只要在一地所培养出的青年懂得耻于丑行、敢于追求崇高、逃避指责甚于畏惧危险,这群人对于敌人来说就必定是最为可怕的对手。

语法注3 条
  1. 17.4ὡς διεκπεσεῖν εἰς τοὔμπροσθεν καί διεκδῦναι βουλομένοις

    连词 ὡς 与分词与格 βουλομένοις(与前面的 τοῖς Θηβαίοις 一致)搭配,表达敌方(斯巴达军队)的主观推测或预判(“以为忒拜人想要突破前方脱逃”)。这说明了斯巴达人分列让道的动机,而非忒拜人真实的企图。

  2. 17.5ὅσον δὲ νικῆσαι κατὰ κράτος καί διεξελθεῖν διὰ παντὸς ἡσσωμένου τοῦ στρατεύματος, ἐξεβιάσαντο

    关系代词 ὅσον 与不定式 νικῆσαι 及 διεξελθεῖν 连用,作限制性副词用法,意为“在足以……的限度内”,用于界定主动词 ἐξεβιάσαντο(全力突破、强力推进)的作用范围。此句与上文“追击并未走远”形成对照,指忒拜人虽未深追,但攻势彻底推进到了足以决定性击溃全阵的程度。

  3. 17.6οὐδὲ αὐτοὺς ἀξιοῦντας ἀπʼ ἴσης δυνάμεως τὸ ἴσον φέρεσθαι Σπαρτιάταις, εἰς χεῖρας συνέστησαν

    宾格分词 ἀξιοῦντας 修饰前文的 τοὺς ἀντιταττομένους,意为“与斯巴达对阵的敌军自身也不认为凭借均等实力便能与斯巴达人平分秋色”。接下来的主干动词短语 εἰς χεῖρας συνέστησαν(展开近身肉搏)概括了以往各邦与斯巴达交战时的普遍心理状态,突显斯巴达在陆战中曾享有的压倒性威望。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:17.1-17.6