- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:16.1-16.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
佩洛皮达斯企图趁防守空虚突袭奥尔科麦诺斯,但在发现斯巴达换防部队抵达后被迫沿泰居拉撤退,由此引出了对当地关于阿波罗诞生地圣所的叙述。
ὁ δὲ περὶ Τεγύρας1 τρόπον τινὰ τοῦ Λευκτρικοῦ προαγὼν γενόμενος μέγαν ἦρε δόξῃ τὸν Πελοπίδαν, οὔτε πρὸς κατόρθωμα τοῖς συστρατήγοις ἀμφισβήτησιν οὔτε τῆς ἥττης πρόφασιν τοῖς πολεμίοις ἀπολιπών. τῇ γὰρ Ὀρχομενίων πόλει τὰ Σπαρτιατῶν ἑλομένῃ καὶ δύο δεδεγμένῃ μόρας αὐτῶν ὑπὲρ ἀσφαλείας ἐπεβούλευε μὲν ἀεὶ καὶ παρεφύλαττε καιρόν, ὡς δὲ ἤκουσε τοῖς φρουροῖς εἰς τὴν Λοκρίδα γεγενῆσθαι στρατείαν ἐλπίσας ἔρημον αἱρήσειν τὸν Ὀρχομενὸν ἐστράτευσεν, ἔχων μεθʼ ἑαυτοῦ τὸν ἱερὸν λόχον καὶ τῶν ἱππέων οὐ πολλούς, ἐπεὶ δὲ πρὸς τὴν πόλιν προσαγαγὼν εὗρεν ἥκουσαν ἐκ Σπάρτης διαδοχὴν τῆς φρουρᾶς, ἀπῆγεν ὀπίσω τὸ στράτευμα πάλιν διὰ Τεγυρῶν, ᾗ μόνῃ βάσιμον ἦν κύκλῳ παρὰ τὴν ὑπώρειαν.
然而,在某种程度上作为留克特拉战役前奏的泰居拉之战,极大地提高了佩洛皮达斯的名声,既未给同僚将领留下争夺功绩的余地,也未给敌人留下失败的借口。因为对于倒向斯巴达一方并接受其两个莫拉驻防以策安全的奥尔科麦诺斯城,他始终在暗中筹谋,窥伺良机。当他获悉守军出征洛克里斯的消息后,便期望趁奥尔科麦诺斯空虚将其攻取而率军出征,麾下只带着神圣军团和为数不多的骑兵。然而当他逼近该城时,发现斯巴达派来的换防守军已经抵达,于是便带着军队折回,沿泰居拉撤退,因为唯有绕道山脚的那条路是可以通过的。
τὴν γὰρ διὰ μέσου πᾶσαν ὁ Μέλας ποταμός εὐθὺς ἐκ πηγῶν εἰς ἕλη πλωτὰ καὶ λίμνας διασπειρόμενος ἄπορον ἐποίει. μικρὸν δὲ ὑπὸ τὰ ἕλη νεώς ἐστιν Ἀπόλλωνος Τεγυραίου καὶ μαντεῖον ἐκλελειμμένον οὐ πάνυ πολὺν χρόνον, ἀλλʼ ἄχρι τῶν Μηδικῶν ἤκμαζε, τὴν προφητείαν Ἐχεκράτους ἔχοντος, ἐνταῦθα μυθολογοῦσι τὸν θεὸν γενέσθαι· καὶ τὸ μὲν πλησίον ὄρος Δῆλος καλεῖται, καὶ πρὸς αὐτὸ καταλήγουσιν αἱ τοῦ Μέλανος διαχύσεις, ὀπίσω δὲ τοῦ ναοῦ δύο ῥήγνυνται πηγαὶ γλυκύτητι καὶ πλήθει καὶ ψυχρότητι θαυμαστοῦ νάματος, ὧν τὸ μὲν Φοίνικα, τὸ δὲ Ἐλαίαν ἄχρι νῦν ὀνομάζομεν, οὐ φυτῶν μεταξὺ δυεῖν, ἀλλὰ ῥείθρων τῆς θεοῦ λοχευθείσης.2 καὶ γὰρ τὸ Πτῷον ἐγγύς, ὅθεν αὐτὴν ἀναπτοηθῆναι προφανέντος ἐξαίφνης κάπρου λέγουσι, καὶ τὰ περὶ Πύθωνα καὶ Τιτυὸν ὡσαύτως οἱ τόποι τῇ γενέσει τοῦ θεοῦ συνοικειοῦσι.
盖因梅拉斯河自源头起便迅速散布为可通舟船的沼泽和湖泊,使整个中间地带无法通行。在沼泽稍下方有一座泰居拉的阿波罗神庙和神谕所,荒废的时日尚不算很久,直到希波战争时期仍很繁盛,当时由埃克克拉忒斯掌管神职。相传该神便诞生于此;邻近的山丘被称为得罗斯,梅拉斯河漫溢的水流便止于山脚。神庙后方涌出两股泉水,其清甜、充沛与寒凉令人惊叹,我们至今仍称其中一股为腓尼克斯,另一股为埃莱亚,因为相传女神并非在两棵植物之间,而是在这两道溪流之间分娩的。事实上普托翁山也近在咫尺,据说女神曾因那里突然出现一头野猪而受惊逃奔,这一带的地方同样将皮同和提堤俄斯的故事与该神的诞生联系在一起。
τὰ γὰρ πλεῖστα παραλείπω τῶν τεκμηρίων· οὐ γὰρ ἐν τοῖς ἐκ μεταβολῆς ἀθανάτοις γενομένοις γεννητοῖς ὁ πάτριος λόγος τὸν θεὸν τοῦτον ἀπολείπει δαίμοσιν,3 ὥσπερ Ἡρακλέα καὶ Διόνυσον, ἐκ μεταβολῆς ἀρετῇ τὸ θνητὸν καὶ παθητὸν ἀποβαλόντας, ἀλλὰ τῶν ἀϊδίων καὶ ἀγεννήτων εἷς ἐστιν, εἰ δεῖ τοῖς ὑπὸ τῶν φρονιμωτάτων καὶ παλαιοτάτων λεγομένοις τεκμαίρεσθαι περὶ τῶν τηλικούτων.
对此类证据的大多数我姑且按下不表;因为按照祖传的教义,并不把这位神祇归入因转化而成为不朽的受生神灵之列——不像赫拉克勒斯和狄奥尼索斯那样,因转化而凭借德性蜕去了必死与易受苦的性质——倘若必须根据最智慧、最古老的人关于此类大事的言论来推断,他是永恒与无始之神中的一位。
- 16.1ὁ δὲ περὶ Τεγύρας
此处省略了名词 ἀγών(较量/战斗)。与上一段末尾提及的非正规小冲突(ἀγῶνες)形成对比,表明泰居拉之战是一场正式战役,并且构成了留克特拉战役的前奏(προαγών)。
- 16.4οὐ φυτῶν μεταξὺ δυεῖν, ἀλλὰ ῥείθρων τῆς θεοῦ λοχευθείσης
τῆς θεοῦ λοχευθείσης 为属格独立结构(意为“女神分娩时”)。此句针对得罗斯岛关于阿波罗诞生于两棵“树”(棕榈树与橄榄树)之间的传统神话,指明波奥提亚当地的传说主张女神是在名为腓尼克斯和埃莱亚的两道“溪流”之间分娩的。
- 16.5οὐ γὰρ ἐν τοῖς ἐκ μεταβολῆς ἀθανάτοις γενομένοις γεννητοῖς ὁ πάτριος λόγος τὸν θεὸν τοῦτον ἀπολείπει δαίμοσιν
句子的核心骨架为 ὁ πάτριος λόγος τὸν θεὸν τοῦτον ἀπολείπει... ἀλλὰ τῶν ἀϊδίων... εἷς ἐστιν(“祖传的教义并未将这位神祇归入……,而是永恒神祇中的一位”)。介词短语 ἐν τοῖς... δαίμοσιν 中,中心词 δαίμοσιν 被层叠的形容词与分词短语(ἐκ μεταβολῆς ἀθανάτοις γενομένοις γεννητοῖς)所修饰,意为“因后天转化而成为不朽的受生神灵”。
