- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:15.1-15.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在雅典重夺海上霸权并争取盟友的同时,忒拜人通过一系列小规模战斗锤炼了士气与战力,并在佩洛皮达斯等人的巧妙指挥下屡次击破斯巴达军队。
ἐκ τούτου πάλιν προθυμότατα Ἀθηναῖοι τοῖς Θηβαίοις συνεμάχουν, καί τῆς θαλάττης ἀντελαμβάνοντο, καί περιϊόντες ἐδέχοντο καί προσήγοντο τοὺς ἀποστατικῶς τῶν Ἑλλήνων ἔχοντας. οἱ δὲ Θηβαῖοι καθʼ αὑτοὺς ἐν τῇ Βοιωτίᾳ συμπλεκόμενοι τοῖς Λακεδαιμονίοις ἑκάστοτε, καί μαχόμενοι μάχας αὐτὰς μὲν οὐ μεγάλας, μεγάλην δὲ τὴν μελέτην ἐχούσας καί τὴν ἄσκησιν.
因此,雅典人再次极其热切地与忒拜人结盟共战,并重新掌握了海上霸权,四处巡航接纳并争取那些有背叛倾向的希腊人。与此同时,忒拜人自己则在波奥提亚屡次与拉刻代蒙人交锋,所打的战斗规模虽不大,却带来了极大的锻炼和训练。
ἐξερριπίζοντο τοῖς θυμοῖς καί διεπονοῦντο τοῖς σώμασιν, ἐμπειρίαν ἅμα τῇ συνηθείᾳ καὶ φρόνημα προσλαμβάνοντες ἐκ τῶν ἀγώνων. διὸ καί φασιν Ἀνταλκίδαν τὸν Σπαρτιάτην, ὡς Ἀγησίλαος ἐπανῆλθεν ἐκ Βοιωτίας τετρωμένος, εἰπεῖν πρὸς αὐτόν ἦ καλὰ διδασκάλια1 παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους αὑτοὺς πολεμεῖν καί μάχεσθαι διδάξας.
他们借此激发起昂扬的斗志,磨炼了筋骨体魄,在这些较量中凭借持续的操练既获得了经验,又树立了豪气。因此据说,当阿格西劳斯从波奥提亚负伤归来时,斯巴达人安塔尔基达斯对他说道: “你从忒拜人那里得到了真是不错的学费呢,竟然教会了这帮本不愿打仗交战的人如何作战。”
ἦν δὲ ὡς ἀληθῶς διδάσκαλος οὐκ Ἀγησίλαος, ἀλλʼ οἱ σὺν καιρῷ καί μετὰ λογισμοῦ τοὺς Θηβαίους ὥσπερ σκύλακας ἐμπείρως προσβάλλοντες τοῖς πολεμίοις, εἶτα γευσαμένους νίκης καί φρονήματος ἀσφαλῶς ἀπάγοντες ὧν μεγίστην δόξαν εἶχεν ὁ Πελοπίδας,2 ἀφʼ ἧς γὰρ εἵλοντο πρῶτον ἡγεμόνα τῶν ὅπλων, οὐκ ἐπαύσαντο καθʼ ἕκαστον ἐνιαυτὸν ἄρχοντα χειροτονοῦντες, ἀλλʼ ἢ τὸν ἱερὸν λόχον ἄγων ἢ τὰ πλεῖστα βοιωταρχῶν ἄχρι τῆς τελευτῆς ἔπραττεν.
然而真正的导师并不是阿格西劳斯,而是那些善于把握时机、运用深思熟虑,如驱幼犬般巧妙地将忒拜人推向敌人,待他们尝到胜利的甜头和豪迈的气魄之后又安全带回的人。在这些人中,佩洛皮达斯享有的声誉最为崇高;因为自从忒拜人首次推选他为武装部队统帅起,就从未停止过每年选举他担任官职,直至去世,他要么统领神圣军团,要么大多时候担任波奥塔克,始终活跃于国事。
ἐγένοντο μὲν οὖν καί περὶ Πλαταιὰς καί Θεσπιὰς ἧτται καί φυγαὶ τῶν Λακεδαιμονίων, ὅπου καί Φοιβίδας ὁ τὴν Καδμείαν καταλαβὼν ἀπέθανε, πολλοὺς δὲ καί πρὸς Τανάγρᾳ τρεψάμενος αὐτῶν καί Πανθοίδαν τὸν ἁρμοστὴν ἀνεῖλεν.3 ἀλλʼ οὗτοι μὲν οἱ ἀγῶνες ὥσπερ τοὺς κρατοῦντας εἰς φρόνημα καί θάρσος προῆγον, οὕτως τῶν ἡσσωμένων οὐ παντάπασιν ἐδουλοῦντο τὴν γνώμην· οὐ γὰρ ἐκ παρατάξεως ἦσαν οὐδὲ μάχης ἐμφανῆ κατάστασιν ἐχούσης καί νόμιμον, ἐκδρομὰς δὲ προσκαίρους τιθέμενοι, καί φυγὰς ἢ διώξεις ἐπιχειροῦντες αὐτοῖς καί συμπλεκόμενοι κατώρθουν.
于是,在普拉提亚和忒斯庇埃一带接连发生了拉刻代蒙人的败退与逃奔,曾占领卡德迈亚的福伊比达斯也阵亡于彼处;此外佩洛皮达斯还在塔纳格拉击溃了他们中的许多人,并杀死了驻军司令潘托伊达斯。然而,这些战斗固然激发了胜利者的豪气与胆略,却未曾彻底摧折战败者的意志;因为这些战斗既非通过两军列阵对决,亦不具备公开正规交战的形式,忒拜人是通过发起适时的突击,针对敌人实施退却或追击,在穿插交锋中取得胜利的。
- 15.2διδασκάλια
名词 διδασκάλιον(教学报酬、谢礼、学费)的中性复数形式。安塔尔基达斯在此运用了讽刺修辞,将阿格西劳斯负伤戏称为忒拜人支付给他的“学费”。
- 15.3ὧν μεγίστην δόξαν εἶχεν ὁ Πελοπίδας
关系代词 ὧν 为部分属格,其先行词是前文的分词短语 οἱ... προσβάλλοντες... ἀπάγοντες(那些审时度势的指挥官们),意为“在这些人当中,佩洛皮达斯享有最高的声誉”。
- 15.4πολλοὺς δὲ καί πρὸς Τανάγρᾳ τρεψάμενος αὐτῶν καί Πανθοίδαν τὸν ἁρμοστὴν ἀνεῖλεν
尽管前一分句的主语为抽象事件(ἐγένοντο... ἧτται καί φυγαί),但此处阳性单数主格分词 τρεψάμενος 以及限定动词 ἀνεῖλεν 的主语承接了前文的核心人物佩洛皮达斯(ὁ Πελοπίδας)。
