← 普鲁塔克

佩洛皮达斯传

§14.1-14.3

诱使斯福德利亚斯突袭与雅典重返战事

雅典因惧怕斯巴达入侵而背弃同盟,佩洛皮达斯等人遂设谋诱使斯巴达将领斯福德利亚斯突袭阿提卡,成功使雅典再次卷入对斯巴达的战争。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

ἐπεὶ τοίνυν στρατῷ μεγάλῳ Λακεδαιμονίων εἰς τήν Βοιωτίαν ἐμβαλόντων οἱ Ἀθηναῖοι περίφοβοι γενόμενοι τήν τε συμμαχίαν ἀπείπαντο τοῖς Θηβαίοις καὶ τῶν βοιωτιαζόντων εἰς τὸ δικαστήριον παραγαγόντες τοὺς μὲν ἀπέκτειναν, τοὺς δʼ ἐφυγάδευσαν, τοὺς δὲ χρήμασιν ἐζημίωσαν,1 ἐδόκει δὲ κακῶς ἔχειν τὰ τῶν Θηβαίων πράγματα μηδενὸς αὐτοῖς βοηθοῦντος, ἔτυχε μὲν ὁ Πελοπίδας μετὰ Γοργίδου βοιωταρχῶν, ἐπιβουλεύοντες δὲ συγκροῦσαι πάλιν τοὺς Ἀθηναίους τοῖς Λακεδαιμονίοις τοιόνδε τι μηχανῶνται.2

于是,当拉刻代蒙人率大军入侵波奥提亚时,雅典人惊恐万分,不仅废除了与忒拜人的同盟,还将亲波奥提亚派的人押上法庭,处死了一些人,流放了一些人,并对其他人课以罚金;鉴于无人施以援手,忒拜人的处境似乎陷入了绝境。当时,佩洛皮达斯恰好与戈尔吉达斯一同担任波奥塔克;他们图谋让雅典人与拉刻代蒙人再次爆发冲突,便设下了如下计策。

§14.2

Σφοδρίας, ἀνὴρ Σπαρτιάτης, εὐδόκιμος μὲν ἐν τοῖς πολεμικοῖς καὶ λαμπρός, ὑπόκουφος δὲ τήν γνώμην καὶ κενῶν ἐλπίδων καὶ φιλοτιμίας ἀνοήτου μεστός, ἀπελείφθη περὶ Θεσπιὰς μετὰ δυνάμεως τοὺς ἀφισταμένους τῶν Θηβαίων δέχεσθαι καὶ βοηθεῖν. πρὸς τοῦτον ὑποπέμπουσιν οἱ περὶ τὸν Πελοπίδαν ἰδίᾳ ἔμπορόν τινα τῶν φίλων, χρήματα κομίζοντα καὶ λόγους, οἳ τῶν χρημάτων μᾶλλον ἀνέπεισαν αὐτόν ὡς χρὴ πραγμάτων ἅψασθαι μεγάλων καὶ τὸν Πειραιᾶ καταλαβεῖν, ἀπροσδόκητον ἐπιπεσόντα μὴ φυλαττομένοις τοῖς Ἀθηναίοις·3 Λακεδαιμονίοις τε γὰρ οὐδὲν οὕτως ἔσεσθαι κεχαρισμένον ὡς λαβεῖν τὰς Ἀθήνας, Θηβαίους τε χαλεπῶς ἔχοντας αὐτοῖς καὶ προδότας νομίζοντας οὐκ ἐπιβοηθήσειν. τέλος δὲ συμπεισθεὶς ὁ Σφοδρίας καὶ τοὺς στρατιώτας ἀναλαβών, νυκτὸς εἰς τήν Ἀττικὴν ἐνέβαλε. καὶ μέχρι μὲν Ἐλευσῖνος προῆλθεν, ἐκεῖ δὲ τῶν στρατιωτῶν ἀποδειλιασάντων φανερὸς γενόμενος, καὶ συνταράξας οὐ φαῦλον οὐδὲ ῥᾴδιον τοῖς Σπαρτιάταις πόλεμον, ἀνεχώρησεν εἰς Θεσπιάς.

斯巴达人斯福德利亚斯在战事方面声誉卓著且表现耀眼,但见识浅薄,满脑子尽是不切实际的指望与愚蠢的野心;他率领一支军队被留驻在忒斯庇埃一带,以便接纳并援助背叛忒拜的人。佩洛皮达斯等人私下派他们的一位商人朋友前去见他,带去了金钱以及比金钱更能打动他的言辞:他理应着手成就一番大业,趁雅典人毫无防备之际发起猝不及防的袭击,夺取比雷埃夫斯;因为,对拉刻代蒙人而言,没有任何事能比夺取雅典更令人快慰,而忒拜人怨恨雅典人并将他们视作叛徒,绝不会前去救援。最终,斯福德利亚斯被说服了,他率领士兵在夜间攻入阿提卡。他一路推进到埃勒乌西斯,但在那里由于士兵怯懦动摇而败露了行踪;他为斯巴达人挑起了一场绝非微不足道亦非轻易可解的战争后,撤回了忒斯庇埃。

语法注3 条
  1. 14.1τῶν βοιωτιαζόντων εἰς τὸ δικαστήριον παραγαγόντες τοὺς μὲν ἀπέκτειναν, τοὺς δʼ ἐφυγάδευσαν, τοὺς δὲ χρήμασιν ἐζημίωσαν

    置于句首的部分属格 τῶν βοιωτιαζόντων 提出了整体范畴,后文通过分配性的宾格(τοὺς μέν... τοὺς δέ... τοὺς δέ...)作为各动词的直接宾语,具体指涉受到各项处置的各部分人群。

  2. 14.1ἔτυχε μὲν ὁ Πελοπίδας μετὰ Γοργίδου βοιωταρχῶν, ἐπιβουλεύοντες δὲ ... μηχανῶνται

    虽然动词 ἔτυχε 的语法主语是单数的 ὁ Πελοπίδας,但由于伴随短语 μετὰ Γοργίδου(与戈尔吉达斯一起)在语义上包含了两个人,使得后续的分词 ἐπιβουλεύοντες 和主动词 μηχανῶνται 采取了复数形式(意念一致,constructio ad sensum)。

  3. 14.2ἀπροσδόκητον ἐπιπεσόντα μὴ φυλαττομένοις τοῖς Ἀθηναίοις

    宾格分词 ἐπιπεσόντα 与不定式 καταλαβεῖν 的逻辑主语(斯福德利亚斯)保持一致。形容词 ἀπροσδόκητον 作阳性单数宾格表语(或作中性单数宾格状语)修饰分词 ἐπιπεσόντα,意为“出其不意地”;与格短语 μὴ φυλαττομένοις τοῖς Ἀθηναίοις 则由复合动词 ἐπιπίπτω 支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:14.1-14.3