- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:13.1-13.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
被选为波奥塔克的佩洛皮达斯等人围困卡德梅亚,赶在斯巴达援军到来之前迫使守军撤离。这一壮举被誉为与色拉叙布洛斯的业绩齐名,并揭开了终结斯巴达霸权的序幕。
ἐκ δὲ τούτου βοιωτάρχης αἱρεθεὶς μετὰ Μέλωνος καὶ Χάρωνος ὁ Πελοπίδας εὐθὺς ἀπετείχιζε τὴν ἀκρόπολιν καὶ προσβολὰς ἐποιεῖτο πανταχόθεν, ἐξελεῖν σπουδάζων τοὺς Λακεδαιμονίους καὶ τὴν Καδμείαν ἐλευθερῶσαι πρὶν ἐκ Σπάρτης στρατὸν ἐπελθεῖν.
此后,佩洛皮达斯与梅隆及卡隆一同被选为波奥塔克,他立即构筑壁垒围困卫城,并从四面发动进攻,急于在斯巴达军队赶来增援之前逐出拉刻代蒙人并解放卡德梅亚。
καὶ παρὰ τοσοῦτον ἔφθασεν ἀφεὶς ὑποσπόνδους τοὺς ἄνδρας ὅσον ἐν Μεγάροις οὖσιν αὐτοῖς ἀπαντῆσαι Κλεόμβροτον1 ἐπὶ τὰς Θήβας ἐλαύνοντα μετὰ μεγάλης δυνάμεως, οἱ δὲ Σπαρτιᾶται, τριῶν ἁρμοστῶν γενομένων ἐν Θήβαις, Ἡριππίδαν μὲν καὶ Ἄρκισσον ἀπέκτειναν κρίναντες, ὁ δὲ τρίτος Λυσανορίδας χρήμασι πολλοῖς ζημιωθεὶς αὑτὸν ἐκ τῆς Πελοποννήσου μετέστησε.
他通过订立盟约遣走守军,其抢先成功的程度,恰使克勒翁布罗托斯率领大军进军忒拜时,恰好在墨伽拉遇到了这支撤出的守军。斯巴达人方面,在忒拜驻节的三名总督中,他们审讯并处决了赫利庇达斯与阿尔基索斯,而第三人吕萨诺里达斯在被处以重额罚款后,自行离开了伯罗奔尼撒。
ταύτην τὴν πρᾶξιν ἀρεταῖς μὲν ἀνδρῶν καὶ κινδύνοις καὶ ἀγῶσι παραπλησίαν τῇ Θρασυβούλου γενομένην, καὶ βραβευθεῖσαν ὁμοίως ὑπὸ τῆς τύχης, ἀδελφὴν ἐκείνης προσηγόρευον οἱ Ἕλληνες, οὐ γὰρ ἔστι ῥᾳδίως ἑτέρους εἰπεῖν οἳ πλειόνων ἐλάττους καὶ δυνατωτέρων ἐρημότεροι2 τόλμῃ καὶ δεινότητι κρατήσαντες αἴτιοι μειζόνων ἀγαθῶν ταῖς πατρίσι κατέστησαν.
希腊人将这一壮举称为色拉叙布洛斯壮举的姊妹篇,因为无论在战士的德性、经历的凶险还是苦斗上,它都与之极其相近,且同样受到了命运的垂青。人们确实难以轻易举出还有哪些人,以寡敌众、以弱抗强,凭着胆魄与智计克敌制胜,并为自己的祖国带来了更伟大的福祉。
ἐνδοξοτέραν δὲ ταύτην ἐποίησεν ἡ μεταβολὴ τῶν πραγμάτων, ὁ γὰρ καταλύσας τὸ τῆς Σπάρτης ἀξίωμα καὶ παύσας ἄρχοντας αὐτοὺς γῆς τε καὶ θαλάττης πόλεμος ἐξ ἐκείνης ἐγένετο τῆς νυκτός, ἐν ᾗ Πελοπίδας οὐ φρούριον, οὐ τεῖχος, οὐκ ἀκρόπολιν καταλαβών, ἀλλʼ εἰς οἰκίαν δωδέκατος κατελθών,3 εἰ δεῖ μεταφορᾷ τὸ ἀληθὲς εἰπεῖν, ἔλυσε καὶ διέκοψε τοὺς δεσμοὺς τῆς Λακεδαιμονίων ἡγεμονίας, ἀλύτους καὶ ἀρρήκτους εἶναι δοκοῦντας.
事态后来的变迁更使这一壮举名垂千古;因为那场摧毁了斯巴达威望、终结了他们对陆地与海洋统治的战争,正始于那一夜。在那一夜,佩洛皮达斯没有攻占任何要塞、城墙或卫城,而是作为十二人之一潜入了一座私宅,——若可以用比喻来道明真相的话——他解开并斩断了那曾被视为牢不可破、坚不可摧的拉刻代蒙霸权枷锁。
- 13.2παρὰ τοσοῦτον ἔφθασεν ἀφεὶς ὑποσπόνδους τοὺς ἄνδρας ὅσον ἐν Μεγάροις οὖσιν αὐτοῖς ἀπαντῆσαι Κλεόμβροτον
“παρὰ τοσοῦτον ... ὅσον + 不定式”是表示极小差距或程度的固定句型(“以如此微弱的差距……以至于……”)。它与 ἔφθασεν(动词 φθάνω 的不定过去时,意为“抢先”、“捷足先登”)连用,表达佩洛皮达斯抢先立约遣走守备队的时间差非常极限,乃至克勒翁布罗托斯在墨伽拉就迎头碰上了撤退中的守备队。αὐτοῖς 为指代守军的与格,作 ἀπαντῆσαι 的宾语。
- 13.3οὐ γὰρ ἔστι ῥᾳδίως ἑτέρους εἰπεῖν οἳ πλειόνων ἐλάττους καὶ δυνατωτέρων ἐρημότεροι
ἔστι + 不定式(εἰπεῖν)为非人称用法,表示“能够”、“可以”(相当于 ἔξεστι)。关系从句中的 πλειόνων ἐλάττους 与 δυνατωτέρων ἐρημότεροι 采用了修辞上的对照结构,将主格比较级(ἐλάττους, ἐρημότεροι)与受后文 κρατήσαντες 支配的属格比较级(πλειόνων, δυνατωτέρων)并置,意为“相比于更多之敌他们更为寡少,相比于更强之敌他们更为势单力薄”,极力凸显力量悬殊。
- 13.4εἰς οἰκίαν δωδέκατος κατελθών
序数词 δωδέκατος(第十二)作主语佩洛皮达斯的主格同位语/表语修饰,体现了希腊语中表示“包括自身在内共十二人之一”(类似于 δωδέκατος αὐτός)的惯用表达。分词 κατελθών 兼有潜入屋内以及从流亡中“潜回祖国”的双重语境。
