← 普鲁塔克

佩洛皮达斯传

§12.1-12.4

民众的武装起义与公民大会的拥戴

刺杀得手后,佩洛皮达斯等人武装民众并获得埃帕米农达等人的增援。斯巴达驻军龟缩于卡德梅亚卫城未敢轻动,天明后归来的流亡者与市民齐集公民大会,将起义者们欢呼为救主。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

διαπραξάμενοι δὲ ταῦτα καὶ τοῖς περὶ Μέλωνα συμβαλόντες ἔπεμψαν μὲν εἰς τὴν Ἀττικὴν ἐπὶ τοὺς ὑπολελειμμένους ἐκεῖ τῶν φυγάδων, ἐκάλουν δὲ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν, καὶ τοὺς προσιόντας ὥπλιζον, ἀφαιροῦντες ἀπὸ τῶν στοῶν τὰ περικείμενα σκῦλα, καὶ τὰ περὶ τὴν οἰκίαν ἐργαστήρια δορυξόων καὶ μαχαιροποιῶν ἀναρρηγνύντες.

办妥这些事情并与梅隆一行会合后,他们一面派人前往阿提卡召回留在那里的流亡者,一面号召公民争取自由;他们从柱廊上取下悬挂的战利品,并捣开屋舍周围的枪匠与剑匠作坊,武装那些前来投奔的人。

§12.2

ἧκον δὲ βοηθοῦντες αὐτοῖς μετὰ τῶν ὅπλων οἱ περὶ Ἐπαμεινώνδαν καὶ Γοργίδαν, συνειλοχότες οὐκ ὀλίγους τῶν νέων καὶ τῶν πρεσβυτέρων τοὺς βελτίστους, ἡ δὲ πόλις ἤδη μὲν ἀνεπτόητο πᾶσα, καὶ πολὺς θόρυβος ἦν καὶ φῶτα περὶ τὰς οἰκίας καὶ διαδρομαὶ πρὸς ἀλλήλους, οὔπω δὲ συνειστήκει τὸ πλῆθος, ἀλλʼ ἐκπεπληγμένοι πρὸς τὰ γινόμενα καὶ σαφὲς οὐδὲν εἰδότες ἡμέραν περιέμενον.

埃帕米农达与戈尔吉达斯亦携带武器前来相助,他们集合了相当多的青年和长者中最优秀的人。整座城邦此刻已陷入亢奋骚动之中,喧声大作,屋舍四周灯火通明,人们奔走相告;但民众尚未凝聚成一体,反而在惊愕于眼前事变且对真相一无所知的情形下,静待天明。

§12.3

ὅθεν ἁμαρτεῖν οἱ τῶν Λακεδαιμονίων ἄρχοντες ἔδοξαν εὐθὺς οὐκ ἐπιδραμόντες οὐδὲ συμβαλόντες, αὐτὴ μὲν ἡ φρουρὰ περὶ χιλίους πεντακοσίους ὄντες,1 ἐκ δὲ τῆς πόλεως πρὸς αὐτοὺς πολλῶν συντρεχόντων, ἀλλὰ τὴν βοὴν καὶ τὰ πυρὰ καὶ τὸν ὄχλον χωροῦντα πανταχόθεν πολὺν φοβηθέντες ἡσύχαζον, αὐτὴν τὴν Καδμείαν κατέχοντες.

因此,拉刻代蒙人的指挥官被认为犯了错误,因他们未能立即出击或交锋;守备队本身就约有一千五百人,城中又有许多人向他们奔聚,但他们畏于四下里的呼喊、火光以及四面涌来的大批人群,因而按兵不动,仅把守着卡德梅亚卫城。

§12.4

ἅμα δὲ ἡμέρᾳ παρῆσαν μὲν ἐκ τῆς Ἀττικῆς οἱ φυγάδες ὡπλισμένοι, συνήθροιστο δὲ εἰς τὴν ἐκκλησίαν ὁ δῆμος. εἰσῆγον δὲ τοὺς περὶ Πελοπίδαν Ἐπαμεινώνδας καὶ Γοργίδας ὑπὸ τῶν ἱερέων περιεχομένους στέμματα προτεινόντων2 καὶ παρακαλούντων τοὺς πολίτας τῇ πατρίδι καὶ τοῖς θεοῖς βοηθεῖν, ἡ δʼ ἐκκλησία ὀρθὴ πρὸς τὴν ὄψιν μετὰ κρότου καὶ βοῆς ἐξανέστη, δεχομένων τοὺς ἄνδρας ὡς εὐεργέτας καὶ σωτῆρας.3

天一破晓,流亡者便武装齐备地从阿提卡赶到,民众亦聚集在公民大会中。埃帕米农达与戈尔吉达斯将佩洛皮达斯一行引了进来,他们由祭司环卫着;祭司们高举花冠,号召公民为祖国与神明效力。见到这番景象,整座公民大会伴随着掌声与欢呼全场起立,将这些人尊为恩人与救主而接纳他们。

语法注3 条
  1. 12.3αὐτὴ μὲν ἡ φρουρὰ περὶ χιλίους πεντακοσίους ὄντες

    意合(constructio ad sensum / synesis)的用例:分词 ὄντες 为阳性复数,与在语法上为阴性单数的主语 ἡ φρουρά(守备队)从意义上保持一致,将守备队理解为由众多个体士兵组成的集合体。

  2. 12.4ὑπὸ τῶν ἱερέων περιεχομένους στέμματα προτεινόντων

    宾格分词 περιεχομένους 与前方的宾语短语 τοὺς περὶ Πελοπίδαν 一致;而随后的属格分词短语 στέμματα προτεινόντων καὶ παρακαλούντων 则与介词短语 ὑπὸ τῶν ἱερέων 中的名词 ἱερέων 一致,修饰祭司们的举动(伸出花冠并呼吁)。

  3. 12.4δεχομένων τοὺς ἄνδρας ὡς εὐεργέτας καὶ σωτῆρας

    缺少明确代词主语的属格独立结构(genitive absolute)。其逻辑主语在意义上指向前文单数集合名词 ἡ ἐκκλησία(公民大会)所包含的具体公民个体(即诸位出席者)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:12.1-12.4