← 普鲁塔克

佩洛皮达斯传

§11.1-11.6

流亡者兵分两路诛杀阿尔基阿斯与莱翁蒂达斯

佩洛皮达斯与卡隆兵分两路,分别突袭僭主们的宴席与住宅。卡隆一行轻易斩杀了沉醉的阿尔基阿斯等人,佩洛皮达斯一行也历经苦战,最终诛杀了莱翁蒂达斯与许帕特斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

τῆς δὲ πράξεως δοκούσης ἔχειν ἤδη τὸν οἰκεῖον καιρόν, ἐξώρμων δίχα διελόντες αὑτούς, οἱ μὲν περὶ Πελοπίδαν καὶ Δαμοκλείδαν ἐπὶ τὸν Λεοντίδαν καὶ τὸν Ὑπάτην ἐγγὺς ἀλλήλων οἰκοῦντας, Χάρων δὲ καὶ Μέλων ἐπὶ τὸν Ἀρχίαν καὶ Φίλιππον, ἐσθῆτας ἐπενδεδυμένοι γυναικείας τοῖς θώραξι, καὶ δασεῖς στεφάνους ἐλάτης τε καὶ πεύκης περικείμενοι κατασκιάζοντας τὰ πρόσωπα.

行动的时机既已成熟,他们便分作两路出发:佩洛皮达斯和达莫克莱达斯一行前往袭击彼此邻居的莱翁蒂达斯和许帕特斯;卡隆与梅隆则前往袭击阿尔基阿斯和腓力普,他们在胸甲之外套上妇人的衣裳,头戴杉树与松树编成的浓密花环以遮掩面容。

§11.2

διὸ καὶ ταῖς θύραις τοῦ συμποσίου τὸ πρῶτον ἐπιστάντες, κρότον ἐποίησαν καὶ θόρυβον οἰομένων1 ἃς πάλαι προσεδόκων γυναῖκας ἥκειν. ἐπεὶ δὲ περιβλέψαντες ἐν κύκλῳ τὸ συμπόσιον καὶ τῶν κατακεκλιμένων ἕκαστον ἀκριβῶς καταμαθόντες ἐσπάσαντο τὰς μαχαίρας, καὶ φερόμενοι διὰ τῶν τραπεζῶν ἐπὶ τὸν Ἀρχίαν καὶ Φίλιππον ἐφάνησαν οἵπερ ἦσαν, ὀλίγους μὲν ὁ Φιλλίδας τῶν κατακειμένων ἔπεισεν ἡσυχίαν ἄγειν, τοὺς δὲ ἄλλους ἀμύνεσθαι μετὰ τῶν πολεμάρχων ἐπιχειροῦντας καὶ συνεξανισταμένους διὰ τὴν μέθην οὐ πάνυ χαλεπῶς ἀπέκτειναν. τοῖς δὲ περὶ τὸν Πελοπίδαν ἐργωδέστερον ἀπήντα τὸ πρᾶγμα· καὶ γὰρ ἐπὶ νήφοντα καὶ δεινὸν ἄνδρα τὸν Λεοντίδαν ἐχώρουν, καὶ κεκλεισμένην τὴν οἰκίαν εὗρον ἤδη καθεύδοντος, καὶ πολὺν χρόνον κόπτουσιν αὐτοῖς ὑπήκουεν οὐδείς.

因此,当他们最初出现在宴饮之所的门前时,引发了一阵喝彩与骚动,因席间众人都以为他们期盼已久的妇人们终于到来了。然而,当他们环视宴席、看清每一个卧席者之后,便拔出短剑,穿过酒席的食案猛冲向阿尔基阿斯和腓力普,显露了真实身份。菲利达斯劝服了少数几个卧席的客人保持安宁,而对其余试图协助军政长官抵抗并一同起身的人,由于他们酩酊大醉,刺客们毫不费力便将他们悉数诛杀。然而对佩洛皮达斯一行而言,事情却艰巨得多;因他们所面对的莱翁蒂达斯是一个清醒而勇猛的人,而且他们发现那座房屋门扉紧闭、主人业已就寝,他们敲了许久的门也无人应答。

§11.4

μόλις δέ ποτε τοῦ θεράποντος αἰσθομένου προϊόντος ἔνδοθεν καὶ τὸν μοχλὸν ἀφαιροῦντος, ἅμα τῷ πρῶτον ἐνδοῦναι καὶ χαλάσαι τὰς θύρας ἐμπεσόντες ἀθρόοι καὶ τὸν οἰκέτην ἀνατρέψαντες ἐπὶ τὸν θάλαμον ὥρμησαν. ὁ δὲ Λεοντίδας αὐτῷ τεκμαιρόμενος τῷ κτύπῳ καὶ δρόμῳ τὸ γιγνόμενον, ἐσπάσατο μὲν τὸ ἐγχειρίδιον ἐξαναστάς, ἔλαθε δὲ αὐτὸν καταβαλεῖν2 τὰ λύχνα καὶ διὰ σκότους αὐτοὺς ἑαυτοῖς περιπετεῖς ποιῆσαι τοὺς ἄνδρας, ἐν δὲ φωτὶ πολλῷ καθορώμενος, ὑπήντα πρὸς τὰς θύρας αὐτοῖς τοῦ θαλάμου, καὶ τὸν πρῶτον εἰσιόντα Κηφισόδωρον πατάξας κατέβαλε, πεσόντος δὲ τούτου δευτέρῳ συνεπλέκετο τῷ Πελοπίδᾳ· καὶ τὴν μάχην χαλεπὴν ἐποίει καὶ δύσεργον ἡ στενότης τῶν θυρῶν καὶ κείμενος ἐμποδὼν ἤδη νεκρὸς ὁ Κηφισόδωρος.

终于,仆人察觉了动静,从内走来拔下门闩;就在门扉初启微松的瞬间,他们一拥而入,撞倒仆人,直奔卧房。莱翁蒂达斯仅凭那撞击声与急促的脚步声便推断出了发生的事,他翻身而起,拔出短剑。但他却未曾想到要打翻油灯以使众人在黑暗中互相碰撞,而是在明亮的火光中暴露了身形,迎至卧房门前,将最先冲入的刻菲索多罗斯击倒。在此人倒下后,他又与紧随其后的佩洛皮达斯扭打在一起;房门的狭窄以及已死而倒卧在地的刻菲索多罗斯阻碍了去路,使得这场战斗凶险而艰难。

§11.6

ἐκράτησε δʼ οὖν ὁ Πελοπίδας, καὶ κατεργασάμενος τὸν Λεοντίδαν ἐπὶ τὸν Ὑπάτην εὐθὺς ἐχώρει μετὰ τῶν σὺν αὐτῷ. καὶ παρεισέπεσον μὲν εἰς τὴν οἰκίαν ὁμοίως, αἰσθόμενον δὲ ταχέως καὶ καταφυγόντα πρὸς τοὺς γείτονας, ἐκ ποδῶν διώξαντες εἷλον καὶ διέφθειραν.

然而佩洛皮达斯最终取得了胜利,斩杀莱翁蒂达斯后,他立即率领同伴前往袭击许帕特斯。他们同样闯入其宅邸,但许帕特斯迅速察觉并逃向邻人家中,他们紧追不舍,将其追上并诛杀。

语法注2 条
  1. 11.2οἰομένων

    缺少显式先行词的分词(阳性属格复数)。在句法上可作两种解释:(1) 作为省略主语(由上下文补出如 τῶν ἔνδον 或 τῶν συμποτῶν)的属格独立结构(“在室内众人以为……之际”);(2) 作为修饰 κρότον ... καὶ θόρυβον 的名词性属格或主格性属格(“那些以为……之人所发出的拍手与骚动”)。无论采取何种分析,均指误以为期盼的妇人已到的宴客们所发出的欢呼。

  2. 11.5ἔλαθε δὲ αὐτὸν καταβαλεῖν

    动词 λανθάνω 通常接人称宾格并搭配补充性分词,表示“做某事而未被某人察觉”;但此处却支配不定词 καταβαλεῖν,构成表示“疏忽/未曾做某事”(fail to do, escape one's mind to do)的句式。此句指莱翁蒂达斯未能想到打翻油灯以使突袭者在黑暗中自相冲撞与混乱。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:11.1-11.6