← 普鲁塔克

埃米利乌斯·保卢斯传

§9.1-9.6

珀尔修斯对罗马军的初期胜利

珀尔修斯虽性格卑劣,却凭借雄厚资财在战争初期多次重创罗马统帅与舰队,并在出征达尔达尼亚人后试图联络巴斯塔奈人和伊利里亚人威逼意大利本土。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

οὐ μὴν ἀλλὰ, καίπερ ὢν ἀγεννὴς καὶ ταπεινός, ὑπὸ ῥώμης τῶν πραγμάτων ἀναφερόμενος1 πρὸς τὸν πόλεμον ἔστη καὶ διηρείσατο πολὺν χρόνον, ἡγεμόνας τε Ῥωμαίων ὑπατικοὺς καὶ στρατεύματα καὶ στόλους μεγάλους ἀποτριψάμενος, ἐνίων δὲ καὶ κρατήσας.

然而,尽管珀尔修斯出身卑微且生性怯懦,但他被自身实力的强大所推动,挺身迎战并坚持了很长时间,击退了罗马执政官级的将领、大军和庞大舰队,甚至战胜了其中的一部分人。

§9.2

Πόπλιόν τε γὰρ Λικίννιον ἐμβαλόντα πρῶτον εἰς Μακεδονίαν τρεψάμενος ἱππομαχίᾳ δισχιλίους πεντακοσίους ἄνδρας ἀγαθοὺς ἀπέκτεινε καὶ ζῶντας ἄλλους ἑξακοσίους ἔλαβε, τοῦ τε ναυστάθμου περὶ Ὠρεὸν ὁρμοῦντος ἀπροσδόκητον ἐπίπλουν θέμενος εἴκοσι μὲν αὐτοφόρτους ὁλκάδας ἐχειρώσατο, τὰς δʼ ἄλλας σίτου γεμούσας κατέδυσεν· ἐκράτησε δὲ καὶ πεντηρικά τέσσαρα.

因为他在骑兵战中击溃了首先侵入马其顿的普布利乌斯·利基尼乌斯,斩杀精兵两千五百人,并生俘另外六百人;而在敌军舰队停泊于俄柔斯附近时,他发动了一次出其不意的海上袭击,夺取了二十艘载有货物的运输船,击沉了其余满载谷物的船只,并俘获了四艘五层桨座战船。

§9.4

καὶ μάχην ἐπολέμησε τὸ δεύτερον, ἐν ᾗ τὸν ὑπατικὸν Ὁστίλιον ἀπεκρούσατο καταβιαζόμενον κατὰ τὰς Ἐλιμίας· λάθρα δὲ διὰ Θεσσαλίας ἐμβαλόντα προκαλούμενος εἰς μάχην ἐφόβησε.

他又进行了第二次交战,在战斗中击退了试图强行穿过厄利米亚的执政官霍斯蒂利乌斯;而当霍斯蒂利乌斯暗中借道色萨利侵入时,珀尔修斯向他挑战决战,将其吓退。

§9.5

πάρεργον δὲ τοῦ πολέμου στρατείαν ἐπὶ Δαρδανεῖς θέμενος, ὡς δὴ τοὺς Ῥωμαίους ὑπερορῶν καὶ σχολάζων, μυρίους τῶν βαρβάρων κατέκοψε καὶ λείαν ἠλάσατο πολλήν.

他甚至把远征达尔达尼亚人当作战争的余事,表现得似乎藐视罗马人且游刃有余,斩杀了上万蛮族,掠夺了大量战利品。

§9.6

ὑπεκίνει δὲ καὶ Γαλάτας τοὺς περὶ τὸν Ἴστρον ᾠκημένους, οἳ Βαστέρναι καλοῦνται, στρατὸν ἱππότην καὶ μάχιμον, Ἰλλυριούς τε διὰ Γενθίου τοῦ βασιλέως παρεκάλει συνεφάψασθαι τοῦ πολέμου, καὶ λόγος κατέσχεν ὡς τῶν βαρβάρων μισθῷ πεπεισμένων ὑπʼ αὐτοῦ διὰ τῆς κάτω Γαλατίας παρὰ τὸν Ἀδρίαν ἐμβαλεῖν εἰς τὴν Ἰταλίαν.2

他还暗中策动居住在伊斯特罗斯河沿岸的加拉太人(即被称为巴斯塔奈人的尚武骑兵军团),并通过伊利里亚国王根提乌斯劝诱伊利里亚人一同参战;当时普遍流传一种说法,称这些蛮族已被他用金钱说服,将穿过沿亚得里亚海的下加拉太侵入意大利。

语法注2 条
  1. 9.1ὑπὸ ῥώμης τῶν πραγμάτων ἀναφερόμενος

    τῶν πραγμάτων 指前一节中所述及的其父腓力积蓄的大量武器、军粮和财富等“客观军备与外部实力”。介词 ὑπό 与被动分词 ἀναφερόμενος(被推举、被鼓动)连用,表示原因或施动力量,强调并非珀尔修斯自身具有宏才大略,而是这些雄厚的物质储备将他推向了战争。

  2. 9.6ὡς τῶν βαρβάρων μισθῷ πεπεισμένων ὑπʼ αὐτοῦ διὰ τῆς κάτω Γαλατίας παρὰ τὸν Ἀδρίαν ἐμβαλεῖν εἰς τὴν Ἰταλίαν

    该结构用以补充说明主句 λόγος κατέσχεν(传闻四起)的具体内容。此处未采用常见的 ὅτι/ὡς 引导的名词性从句或“宾格加不定式”结构,而是由表示传闻或主观意图的 ὡς 引领独立属格结构(τῶν βαρβάρων ... πεπεισμένων),且被动分词 πεπεισμένων 进一步带不定式 ἐμβαλεῖν 表明被劝诱所采取的行动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:9.1-9.6