← 普鲁塔克

埃米利乌斯·保卢斯传

§10.1-10.8

保卢斯再度当选执政官与克敌吉兆

面对马其顿战事的困境,罗马人热切推举年长而富有能力的埃米利乌斯·保卢斯第二次担任执政官,并在未经抽签的情况下直接将对马其顿战事的统帅权授予他;此外还记载了他归家时将女儿爱犬之死视为克敌吉兆的轶事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

ταῦτα τοῖς Ῥωμαίοις πυνθανομένοις ἐδόκει τὰς τῶν στρατηγιώντων χάριτας καὶ παραγγελίας ἐάσαντας αὐτοὺς καλεῖν1 ἐπὶ τὴν ἡγεμονίαν ἄνδρα νοῦν ἔχοντα καὶ πράγμασι χρῆσθαι μεγάλοις ἐπιστάμενον.

罗马人得知这些情况后,认为应当抛开那些谋求将领职位之人的私情请托与拉票,由他们自己主动去召唤一位富有谋略且懂得应对重大事务的人物来担任统帅。

§10.2

οὗτος ἦν Παῦλος Αἰμίλιος, ἡλικίας μὲν ἤδη πρόσω καὶ περὶ ἑξήκοντα γεγονὼς ἔτη, ῥώμῃ δὲ σώματος ἀκμάζων, πεφραγμένος δὲ κηδεσταῖς καὶ παισὶ νεανίαις καὶ φίλων πλήθει καὶ συγγενῶν μέγα δυναμένων, οἳ πάντες αὐτὸν ὑπακοῦσαι καλοῦντι τῷ δήμῳ πρὸς τὴν ὑπατείαν ἔπειθον.

此人便是埃米利乌斯·保卢斯。他当时年事已高,年约六十岁,但体力依然充沛,并且有女婿们、正当青年的儿子们,以及大批极具权势的朋友和亲族环绕卫护,他们全都劝说他顺从民众的召唤去出任执政官。

§10.3

ὁ δὲ κατʼ ἀρχὰς μὲν ἐθρύπτετο πρὸς τοὺς πολλούς καὶ διέκλινε τὴν φιλοτιμίαν αὐτῶν καὶ σπουδήν, ὡς μὴ δεόμενος τοῦ ἄρχειν, φοιτώντων δὲ καθʼ ἡμέραν ἐπὶ θύρας καὶ προκαλουμένων αὐτὸν εἰς ἀγορὰν καὶ καταβοώντων ἐπείσθη·

起初,他面对大众故作推脱,避开他们的狂热与热忱,表现得仿佛并不渴望掌权;但众人每日造访他的门第,促请他前往广场并大声呼吁,他终于被说服了。

§10.4

καὶ φανεὶς εὐθὺς ἐν τοῖς μετιοῦσι τὴν ὑπατείαν ἔδοξεν οὐκ ἀρχὴν ληψόμενος, ἀλλὰ νίκην καὶ κράτος πολέμου κομίζων καὶ διδοὺς τοῖς πολίταις καταβαίνειν εἰς τὸ πεδίον·2

他随即出现在执政官候选人之列,步入战神广场时,在众人眼中他不像是要去受领官职,倒像是带着胜利与战争的主导权,将其恩赐给公民们。

§10.5

μετὰ τοσαύτης ἐλπίδος καὶ προθυμίας ἐδέξαντο πάντες αὐτὸν καὶ κατέστησαν ὕπατον τὸ δεύτερον, οὐκ ἐάσαντες κλῆρον γενέσθαι, καθάπερ εἰώθει, περὶ τῶν ἐπαρχιῶν, ἀλλʼ εὐθὺς ἐκείνῳ ψηφισάμενοι τοῦ Μακεδονικοῦ πολέμου τὴν ἡγεμονίαν.

众人怀着如此巨大的期望与热忱接纳了他,推选他第二次出任执政官;他们没有按照惯例对各省指挥区进行抽签,而是立即通过决议,将对马其顿战争的统帅权授予了他。

§10.6

λέγεται δʼ αὐτόν, ὡς ἀνηγορεύθη κατὰ τοῦ Περσέως στρατηγός, ὑπὸ τοῦ δήμου παντὸς οἴκαδε προπεμφθέντα λαμπρῶς εὑρεῖν τὸ θυγάτριον τὴν Τερτίαν δεδακρυμένην ἔτι παιδίον οὖσαν· ἀσπαζόμενον οὖν αὐτὴν ἐρωτᾶν ἐφʼ ὅτῳ λελύπηται· τὴν δὲ περιβαλοῦσαν καὶ καταφιλοῦσαν, οὐ γὰρ οἶσθα, εἰπεῖν, ὦ πάτερ, ὅτι ἡμῖν ὁ Περσεὺς τέθνηκε;3 λέγουσαν κυνίδιον σύντροφον οὕτω προσαγορευόμενον·

据说,当他被宣布为对阵珀尔修斯的统帅,并在全体民众盛大的簇拥护送下回到家中时,发现尚是幼童的小女儿特尔提娅正在哭泣;于是他抱起她,询问她因何事伤心;特尔提娅抱住他并亲吻他,说道: “难道您不知道吗, 父亲,我们的珀尔修斯死了?” 她说的是一只同名且一起养大的小狗。

§10.8

καὶ τὸν Αἰμίλιον ἀγαθῇ τύχῃ, φάναι, ὦ θύγατερ, καὶ δέχομαι τὸν οἰωνόν. ταῦτα μὲν οὖν Κικέρων ὁ ῥήτωρ ἐν τοῖς περὶ μαντικῆς ἱστόρηκεν.

埃米利乌斯便说: “愿承吉兆, 我的女儿,我欣然接受这预兆。” 这些事是演说家西塞罗在《论占卜》中记载下来的。

语法注3 条
  1. 10.1ἐδόκει τὰς τῶν στρατηγιώντων χάριτας καὶ παραγγελίας ἐάσαντας αὐτοὺς καλεῖν

    非人称动词 ἐδόκει 虽前接与格 τοῖς Ῥωμαίοις πυνθανομένοις,但不定词 καλεῖν 的逻辑主语却采用了宾格代词 αὐτούς 以及与之同格一致的分词 ἐάσαντας。这是希腊语中由与格结构转向“宾格加不定词”的常见习惯用法;此处的 αὐτούς 具有强调意味(意为由民众“自己主动”,而非受候选人拉票的影响)。

  2. 10.4ἔδοξεν οὐκ ἀρχὴν ληψόμενος, ἀλλὰ νίκην καὶ κράτος πολέμου κομίζων καὶ διδοὺς τοῖς πολίταις καταβαίνειν εἰς τὸ πεδίον

    动词 ἔδοξεν 在此处作人称用法(主语为埃米利乌斯·保卢斯),支配后面的不定词 καταβαίνειν(走下至战神广场)。其间插入的主格分词(ληψόμενος、κομίζων、διδοὺς)修饰主语,表明其神态与意向,即“他看起来并非去受领官职,而是作为给公民们带去并赐予战争胜利与主导权的人(走入广场)”。

  3. 10.7ὅτι ἡμῖν ὁ Περσεὺς τέθνηκε

    与格 ἡμῖν 用作情态与格(ethical dative)或关涉与格,表示亲密关切(意为“对我们而言 / 我们家的珀尔修斯”)。这种表达突出了幼女话语中与马其顿国王同名所带来的双关与预兆(吉兆)色彩。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:10.1-10.8