- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:8.1-8.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
简述了安提柯王朝的世系传承,以及腓力五世如何暗中重整军备、其忧愤而死的过程和缺陷明显的珀尔修斯的继位始末。
Ἀντίγονος μέγιστον δυνηθεὶς τῶν Ἀλεξάνδρου διαδόχων καὶ στρατηγῶν, κτησάμενος ἑαυτῷ καὶ γένει τὴν τοῦ βασιλέως προσηγορίαν, υἱόν ἔσχε Δημήτριον, οὗ παῖς Ἀντίγονος ἦν ὁ Γονατᾶς ἐπονομασθείς· τούτου δὲ Δημήτριος, ὃς αὐτός τε βασιλεύσας χρόνον οὐ πολύν, υἱόν τε παῖδα τὴν ἡλικίαν ἀπολιπὼν Φίλιππον ἐτελεύτησε.
安提柯在亚历山大的继承者和将领中实力最强,为自己和家族争得了国王的称号,他有一子名叫德米特里,其子便是绰号戈纳塔斯的安提柯;此人之子德米特里在位时间并不长,死后留下年幼的儿子腓力。
δείσαντες δὲ τὴν ἀναρχίαν οἱ πρῶτοι Μακεδόνων Ἀντίγονον ἐπάγονται τοῦ τεθνηκότος ἀνεψιὸν ὄντα, καὶ συνοικίσαντες αὐτῷ τὴν μητέρα τοῦ Φιλίππου, πρῶτον μὲν ἐπίτροπον καὶ στρατηγόν, εἶτα πειρώμενοι μετρίου καὶ κοινωφελοῦς βασιλέα προσηγόρευσαν. ἐπεκλήθη δὲ Δώσων ὡς ἐπαγγελτικὸς, οὐ τελεσιουργὸς δὲ τῶν ὑποσχέσεων.
马其顿的显要人物畏惧出现无政府状态,便迎立死者的堂兄弟安提柯,并把腓力的母亲嫁给他为妻,起初封他为摄政兼统帅,随后察觉他为人温和且利于公益,便拥戴他为王。他被称为“多松”,因为他是惯于许诺却不兑现承诺之人。
μετὰ τοῦτον βασιλεύσας ὁ Φίλιππος ἤνθησεν ἐν τοῖς μάλιστα τῶν βασιλέων ἔτι μειράκιον ὢν, καὶ δόξαν ἔσχεν ὡς ἀναστήσων Μακεδονίαν εἰς τὸ παλαιὸν ἀξίωμα καὶ μόνος ἐπὶ πάντας ἤδη τὴν Ῥωμαίων δύναμιν αἰρομένην καθέξων.
在他之后继位的腓力在诸王中声名最盛,当时他尚且年轻,人们普遍认为他将使马其顿重现昔日尊严,并能独自压制正向所有人扩张的罗马势力。
ἡττηθεὶς δὲ μεγάλῃ μάχῃ περὶ Σκότουσσαν ὑπὸ Τίτου Φλαμινίνου τότε μὲν ἔπτηξε καὶ πάντα τὰ καθʼ ἑαυτὸν ἐπέτρεψε Ῥωμαίοις, καὶ τυχὼν ἐπιτιμήσεως μετρίας ἠγάπησεν.
然而,他在斯科图萨附近的大战中被提图斯·弗拉米尼努斯击溃,当时他屈服畏惧,将自己的一切全权托付给罗马人,得到宽大的处置便心满意足。
ὕστερον δὲ βαρέως φέρων, καὶ τὸ βασιλεύειν χάριτι Ῥωμαίων ἡγούμενος αἰχμαλώτου τρυφὴν ἀγαπῶντος εἶναι μᾶλλον ἢ φρόνημα καὶ θυμὸν ἔχοντος ἀνδρός, ἐπεῖχε τῷ πολέμῳ τὴν γνώμην καὶ συνετάττετο λάθρα καὶ πανούργως.
但后来他对此深感难忍,认为依靠罗马人的恩惠统治,与其说属于拥有气概和胆魄的男子汉,不如说属于贪图安逸的俘虏,于是他将心思转向战争,暗中狡黠地进行整备。
τῶν γὰρ πόλεων τὰς ἐνοδίους καὶ παραθαλαττίους ἀσθενεῖς γενομένας περιορῶν καὶ ὑπερήμους, ὡς καταφρονεῖσθαι, πολλὴν ἄνω συνῆγε δύναμιν, καὶ τὰ μεσόγεια χωρία καὶ φρούρια καὶ πόλεις ὅπλων καὶ χρημάτων πολλῶν καὶ σωμάτων ἀκμαζόντων ἐμπεπληκώς ἐσωμάσκει τὸν πόλεμον καὶ συνεῖχεν ὥσπερ ἐγκεκρυμμένον ἀδήλως.
因为他听凭沿路和沿海的城镇衰败荒芜以致受人轻视,却在内陆积聚了强大的实力,并在内地各要地、堡垒和城市充塞军械、巨额钱财与精壮人员,暗自积蓄战争实力,隐蔽得不露痕迹。
ὅπλων μὲν γὰρ ἀργούντων ἀπέκειντο τρεῖς μυριάδες, ὀκτακόσιαι δὲ σίτου μεδίμνων ἦσαν1 ἐγκατῳκοδομημένου τοῖς τείχεσι, χρημάτων δὲ πλῆθος ὅσον ἤρκει μισθοφόρους ἔτη δέκα μυρίους τρέφειν προπολεμοῦντας τῆς χώρας.
事实上,储备的闲置兵器达三万件,筑在要塞城墙内的粮食达八百万麦狄姆诺,财物之巨足以供养一万名保卫国土的雇佣兵作战十年之久。
ἀλλʼ ἐκεῖνος μὲν οὐκ ἔφθη ταῦτα κινῆσαι καὶ προαγαγεῖν εἰς ἔργον, ὑπὸ λύπης καὶ δυσθυμίας προέμενος τὸν βίον2 ἔγνω γὰρ ἀδίκως τὸν ἕτερον τῶν υἱῶν Δημήτριον ἐκ διαβολῆς τοῦ χείρονος ἀνῃρηκώς·3
然而,他还没来得及动用这些力量付诸行动,就在悲痛与绝望中撒手人寰;因为他发觉自己听信劣子的谗言,不公正地处死了另一个儿子德米特里。
ὃ δὲ ἀπολειπόμενος υἱὸς αὐτοῦ Περσεὺς ἅμα τῇ βασιλείᾳ διεδέξατο τὴν πρὸς Ῥωμαίους ἔχθραν, οὐκ ὢν ἐχέγγυος ἐνεγκεῖν διὰ μικρότητα καὶ μοχθηρίαν ἤθους, ἐν ᾧ παθῶν τε παντοδαπῶν καὶ νοσημάτων ἐνόντων ἐπρώτευεν ἡ φιλαργυρία, λέγεται δὲ μηδὲ γνήσιος φῦναι, λαβεῖν δὲ αὐτὸν ἡ συνοικοῦσα τῷ Φιλίππῳ νεογνὸν ἀκεστρίας τινὸς Ἀργολικῆς Γναθαινίου τοὔνομα τεκούσης, καὶ λαθεῖν ὑποβαλομένη.
他剩下的儿子珀尔修斯在继位的同时,也继承了对罗马人的仇恨,但他由于性格的卑劣与奸恶,无法承受这副重担;在他心存的各种欲念和恶疾中,贪财居于首位。据说他甚至不是嫡出,而是腓力的妻子把一个名叫格娜泰尼翁的阿尔戈斯女裁缝所生的初生婴儿抱来,暗中冒充己出的。
διʼ ὃ καὶ μάλιστα δοκεῖ τὸν Δημήτριον φοβηθεὶς ἀποκτεῖναι, μὴ γνήσιον ἔχων ὃ οἶκος διάδοχον ἀποκαλύψῃ τὴν ἐκείνου νοθείαν.
正因如此,他似乎最畏惧德米特里而将其杀害,唯恐王室拥有合法的继任者会揭穿他自己的私生身份。
- 8.8ὀκτακόσιαι δὲ σίτου μεδίμνων ἦσαν
阴性数词 ὀκτακόσιαι 承前省略了前一分句 τρεῖς μυριάδες 中的阴性名词 μυριάδες,意为“八百[万]麦狄姆诺粮食”(即八百万麦狄姆诺)。若忽视此省略结构,极易误读为“八百麦狄姆诺”。
- 8.9οὐκ ἔφθη ταῦτα κινῆσαι καὶ προαγαγεῖν εἰς ἔργον, ὑπὸ λύπης καὶ δυσθυμίας προέμενος τὸν βίον
否定形式 οὐκ ἔφθη 后面接不定式 κινῆσαι καὶ προαγαγεῖν,并由分词短语 προέμενος 伴随,是表达“尚未及……便已……”的惯用句式,意为“他还没来得及动用并付诸实行,便已在悲痛中撒手人寰”。
- 8.9ἔγνω γὰρ ἀδίκως τὸν ἕτερον τῶν υἱῶν Δημήτριον ἐκ διαβολῆς τοῦ χείρονος ἀνῃρηκώς
认识动词 γιγνώσκω 可以带分词作补充成分;当分词的主语与主句主语一致时,使用主格分词。此处 ἀνῃρηκώς(完成时主动分词阳性单数主格)作为 ἔγνω 的补充语,意为“他发觉自己[曾经]杀害了……”。
