← 普鲁塔克

埃米利乌斯·保卢斯传

§5.1-5.10

与帕皮莉亚离异与埃米利乌斯子女的归宿

埃米利乌斯与原配帕皮莉亚离异并将诸子过继给名门,而其女嫁入清贫的埃利乌斯家族的事迹展现了家族和睦与质朴之德。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

ἔγημε δὲ Παπιρίαν, ἀνδρὸς ὑπατικοῦ Μάσωνος θυγατέρα, καὶ χρόνον συνοικήσας πολὺν ἀφῆκε τὸν γάμον, καίπερ ἐξ αὐτῆς καλλιτεκνότατος γενόμενος· αὕτη γὰρ ἦν ἡ τὸν κλεινότατον αὐτῷ Σκηπίωνα τεκοῦσα καὶ Μάξιμον Φάβιον.

他娶了执政官马索之女帕皮莉亚为妻,但在同居多年后解除了婚约,尽管他与她育有极佳的子嗣——事实上,正是她为他生下了最显赫的西庇阿与法比乌斯·马克西穆斯。

§5.2

αἰτία δὲ γεγραμμένη τῆς διαστάσεως οὐκ ἦλθεν εἰς ἡμᾶς, ἀλλʼ ἔοικεν ἀληθής τις εἶναι λόγος περὶ γάμου λύσεως γενόμενος, ὡς ἀνὴρ Ῥωμαῖος ἀπεπέμπετο γυναῖκα, τῶν δὲ φίλων νουθετούντων αὐτόν, οὐχὶ σώφρων; οὐκ εὔμορφος; οὐχὶ παιδοποιός; προτείνας τὸ ὑπόδημα (κάλτιον αὐτὸ Ῥωμαῖοι καλοῦσιν) εἶπεν·

关于这次婚变的文字记载并未流传至今,但流传的一则关于离婚的故事似乎颇有道理:当一名罗马男子遣走妻子时,友人们劝诫他说: “难道她不贞洁吗?难道她不美丽吗?难道她不善生育吗?” 他伸出自己的鞋子(罗马人称之为calceus)说道:

§5.3

οὐκ εὐπρεπὴς οὗτος; οὐ νεουργής; ἀλλʼ οὐκ ἂν εἰδείη τις ὑμῶν καθʼ ὅ τι θλίβεται μέρος οὑμὸς πούς.

“这只鞋不体面吗?难道不是崭新的吗?然而你们谁也不能知道,我的脚究竟在哪一部位受挤压。”

§5.4

τῷ γὰρ ὄντι μεγάλαι μὲν ἁμαρτίαι καὶ ἀναπεπταμέναι γυναῖκας ἀνδρῶν ἄλλας ἀπήλλαξαν, τὰ δʼ ἔκ τινος ἀηδίας καὶ δυσαρμοστίας ἠθῶν μικρὰ καὶ πυκνὰ προσκρούσματα, λανθάνοντα τοὺς ἄλλους, ἀπεργάζεται τὰς ἀνηκέστους ἐν ταῖς συμβιώσεσιν ἀλλοτριότητας.

因为事实上,重大而显见的过失固然会使另一些妇人离开丈夫,但由于性情上的不悦与不合所引起的细小而频繁的抵触,虽不为外人所见,却会在朝夕共处中造成无法弥合的疏离。

§5.5

ὁ δὲ οὖν Αἰμίλιος ἀπαλλαγεὶς τῆς Παπιρίας ἑτέραν ἠγάγετο· καὶ δύο παῖδας ἄρρενας τεκούσης τούτους μὲν ἐπὶ τῆς οἰκίας εἶχε, τοὺς δὲ προτέρους εἰσεποίησεν οἴκοις τοῖς μεγίστοις καὶ γένεσι τοῖς ἐπιφανεστάτοις, τὸν μὲν πρεσβύτερον τῷ Μαξίμου Φαβίου τοῦ πεντάκις ὑπατεύσαντος, τὸν δὲ νεώτερον Ἀφρικανοῦ Σκηπίωνος υἱὸς ἀνεψιὸν ὄντα θέμενος1 Σκηπίωνα προσηγόρευσε.

总之,埃米利乌斯在脱离帕皮莉亚之后另娶了一位妻子;当她生下两个男童时,埃米利乌斯将他们留在家中抚养,而将先前的儿子们送入最显赫的世家与最声名卓著的氏族过继:长子过继给曾五次担任执政官的法比乌斯·马克西穆斯的家族,幼子则由大西庇阿的儿子收养——幼子本是其表兄弟——并命名为西庇阿。

§5.6

τῶν δὲ θυγατέρων τῶν Αἰμιλίου τὴν μὲν ὁ Κάτωνος υἱὸς ἔγημε, τὴν δὲ Αἴλιος Τουβέρων, ἀνὴρ ἄριστος καὶ μεγαλοπρεπέστατα Ῥωμαίων πενίᾳ χρησάμενος. ἦσαν γὰρ ἑκκαίδεκα συγγενεῖς, Αἴλιοι πάντες· οἰκίδιον δὲ πάνυ μικρὸν ἦν αὐτοῖς, καὶ χωρίδιον ἓν ἤρκει πᾶσι, μίαν ἑστίαν νέμουσι2 μετὰ παίδων πολλῶν καὶ γυναικῶν, ἐν αἷς καὶ ἡ Αἰμιλίου τοῦδε θυγάτηρ ἦν δὶς ὑπατεύσαντος καὶ δὶς θριαμβεύσαντος, οὐκ αἰσχυνομένη τὴν πενίαν τοῦ ἀνδρός, ἀλλὰ θαυμάζουσα τὴν ἀρετὴν διʼ ἣν πένης ἦν.

在埃米利乌斯的诸女中,一个嫁给了加图的儿子,另一个则嫁给了埃利乌斯·图贝罗;此人品德高尚,在应对贫困方面比任何罗马人都表现得更具气节。因为有十六位同族亲戚,全都是埃利乌斯家的人;他们只有一座极小的住宅,一片狭小的田产便足够所有人维持生计,与众多子女及妇人们共同维系着同一个灶火,在这些妇人中,就包括这位曾两度担任执政官、两度举行凯旋式的埃米利乌斯的女儿;她并不以丈夫的贫困为耻,反而钦佩他之所以贫困的那份美德。

§5.9

οἱ δὲ νῦν ἀδελφοὶ καὶ συγγενεῖς, ἂν μὴ κλίμασι καὶ ποταμοῖς καὶ διατειχίσμασιν ὁρίσωσι τὰ κοινά καὶ πολλὴν εὐρυχωρίαν ἒν μέσῳ λάβωσιν ἀπʼ ἀλλήλων, οὐ παύονται διαφερόμενοι.

然而当今的兄弟与亲族们,若不用地界、河流与墙垣来划分共有财产,并在彼此之间留出广阔的空间,便会无休止地纷争下去。

§5.10

ταῦτα μὲν οὖν ἡ ἱστορία λογίζεσθαι καὶ παρεπισκοπεῖν δίδωσι τοῖς σῴζεσθαι βουλομένοις.

因此,历史向那些渴望得以保全的人提供了这些事迹,供其深思与观照。

语法注2 条
  1. 5.5ἀνεψιὸν ὄντα θέμενος

    Ἀφρικανοῦ Σκηπίωνος υἱός(大西庇阿之子)为分句的主语,分词短语 ἀνεψιὸν ὄντα 指埃米利乌斯被过继的幼子(“本是其堂表兄弟”)。中动分词 θέμενος 在此表收养(“立其为嗣”),与后续谓语动词 Σκηπίωνα προσηγόρευσε 紧密结合。

  2. 5.7μίαν ἑστίαν νέμουσι

    阳性与格复数分词 νέμουσι 与前文的与格代词 αὐτοῖς 及 πᾶσι 保持一致,表示处境或生活状态(“共同分享/占用同一个炉灶”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:5.1-5.10