← 普鲁塔克

埃米利乌斯·保卢斯传

§4.1-4.5

远征西班牙的战功与埃米利乌斯的清廉

在对阵大安条克战争的背景下,埃米利乌斯被赋予执政官级特权派往西班牙平乱,以精湛战术重创敌军并安抚诸多城邦。尽管战功卓著,他却两袖清风,终生淡泊财利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

συστάντος δὲ τοῦ πρὸς Ἀντίοχον τὸν μέγαν πολέμου τοῖς Ῥωμαίοις, καὶ τῶν ἡγεμονικωτάτων ἀνδρῶν τετραμμένων πρὸς ἐκεῖνον, ἄλλος ἀπὸ τῆς ἑσπέρας ἀνέστη πόλεμος, ἐν Ἰβηρίᾳ, κινημάτων μεγάλων γενομένων.

当罗马人面临对阵大安条克的战争,而最显赫的将领们都转向那边时,另一场战争又从西方爆发——在西班牙,那里发生了巨大的动乱。

§4.2

ἐπὶ τοῦτον ὁ Αἰμίλιος ἐξεπέμφθη στρατηγός, οὐχ ἓξ ἔχων πελέκεις, ὅσους ἔχουσιν οἱ στρατηγοῦντες, ἀλλὰ προσλαβὼν ἑτέρους τοσούτους, ὥστε τῆς ἀρχῆς ὑπατικὸν γενέσθαι τὸ ἀξίωμα,1 μάχῃ μὲν οὖν δὶς ἐκ παρατάξεως ἐνίκησε τοὺς βαρβάρους, περὶ τρισμυρίους ἀνελών, καὶ δοκεῖ τὸ κατόρθωμα τῆς στρατηγίας περιφανῶς γενέσθαι,2 χωρίων εὐφυΐᾳ καὶ ποταμοῦ τινος διαβάσει ῥᾳστώνην παρασχόντος αὐτοῦ πρὸς τὸ νίκημα τοῖς στρατιώταις· πόλεις δὲ πεντήκοντα καὶ διακοσίας ἐχειρώσατο δεξαμένας αὐτὸν ἑκουσίως, εἰρήνῃ δὲ καὶ πίστει συνηρμοσμένην ἀπολιπὼν τὴν ἐπαρχίαν εἰς Ῥώμην ἐπανῆλθεν, οὐδὲ δραχμῇ μιᾷ γεγονὼς εὐπορώτερος ἀπὸ τῆς στρατείας.

埃米利乌斯被派去应对这场战事,担任统帅,他不仅持有普通统帅所有的六柄斧标,而且又额外增配了同样数量的斧标,以致其职位的威严达到了执政官级别。于是,他在正规会战中两次击溃蛮族,斩敌约三万人;而且这番军功公认明显归因于其统军之能,因为他亲自凭借地利的优越与渡河之策,为士兵们铺平了通往胜利的便捷途径;此外,他还收服了二百五十座主动归顺他的城镇。在将行省留在和平与信义的秩序中之后,他返回罗马,却没有因这次征战而富裕哪怕一德拉克马。

§4.5

ἦν δὲ καὶ περὶ τἆλλα χρηματιστὴς ἀργότερος, εὐδάπανος δὲ καὶ ἀφειδὴς ἐκ τῶν ὑπαρχόντων, οὐ πολλὰ δʼ ἦν, ἀλλὰ καὶ φερνῆς ὀφειλομένης τῇ γυναικὶ μετὰ τὸν θάνατον αὐτοῦ γλίσχρως ἐξήρκεσεν.3

他在其他事情上也同样疏于敛财,在现有财产的用度上既慷慨又不加吝惜,但他所拥有的资财并不充裕,甚至在他死后,也勉强才够偿还应退还给他妻子的嫁妆。

语法注3 条
  1. 4.2ὥστε τῆς ἀρχῆς ὑπατικὸν γενέσθαι τὸ ἀξίωμα

    由 ὥστε 引导的结果从句。不定式 γενέσθαι 的宾格主语 τὸ ἀξίωμα(尊严、规格)受属格 τῆς ἀρχῆς(该职位)修饰,ὑπατικόν(执政官级的)作表语补足语。这表明他在通常大法官(praetor)拥有的六名扈从与斧标之外又增配了六名,使其被赋予了相当于资深执政官(前执政官)的统率权。

  2. 4.3τὸ κατόρθωμα τῆς στρατηγίας περιφανῶς γενέσθαι

    τῆς στρατηγίας 为起因或所属属格,表明战功(τὸ κατόρθωμα)完全归于其统军才能与战略战术(“其功绩显然出自统帅之谋略”)。紧接其后的属格独立结构(ῥᾳστώνην παρασχόντος αὐτοῦ...)进一步阐明了作出这一判定的具体根据。

  3. 4.5φερνῆς ὀφειλομένης τῇ γυναικὶ μετὰ τὸν θάνατον αὐτοῦ γλίσχρως ἐξήρκεσεν

    动词 ἐξήρκεσεν 的未明示主语承前指代 τὰ ὑπάρχοντα(现有资产)。φερνῆς ὀφειλομένης 为属格独立结构(“当欠有嫁妆时”,指其死后按法律应归还妻子的嫁妆),动词 ἐξήρκεσεν 作绝对用法,表示财产对此仅是勉强够用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:4.1-4.5