- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:6.1-6.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃米利乌斯就任执政官后以少胜多击溃利古里亚人,出于防范高卢人的考虑给予宽大处置;其后因竞选连任失败而退隐,悉心致力于子嗣的传统及希腊化教育。
ὁ δὲ Αἰμίλιος ὕπατος ἀποδειχθεὶς ἐστράτευσεν ἐπὶ τοὺς παραλπίους Λίγυας, οὓς ἔνιοι καί Λιγυστίνους ὀνομάζουσι, μάχιμον καί θυμοειδὲς ἔθνος, ἐμπείρως δὲ πολεμεῖν διδασκόμενον ὑπὸ Ῥωμαίων διὰ τὴν γειτνίασιν.
埃米利乌斯被任命为执政官后,便出兵征讨阿尔卑斯山麓的利古里亚人——有些人也称他们为利古斯蒂诺伊人。他们是一个尚武好勇的民族,因比邻而居,被罗马人教会了精巧的作战本领。
τὰ γὰρ ἔσχατα τῆς Ἰταλίας καί καταλήγοντα πρὸς τάς Ἄλπεις αὐτῶν τε τῶν Ἄλπεων τὰ κλυζόμενα τῷ Τυρρηνικῷ πελάγει καί πρὸς τὴν Λιβύην ἀνταίροντα νέμονται, μεμιγμένοι Γαλάταις καί τοῖς παραλίοις Ἰβήρων.
他们居住在意大利尽头接壤阿尔卑斯山脉之处,以及阿尔卑斯山脉自身被第勒尼安海冲刷并面向利比亚的部分,与高卢人以及沿海的伊比利亚人杂居。
τότε δὲ καί τῆς θαλάττης ἁψάμενοι σκάφεσι πειρατικοῖς ἀφῃροῦντο καί περιέκοπτον τάς ἐμπορίας, ἄχρι στηλῶν Ἡρακλείων ἀναπλέοντες.
当时,他们甚至涉足海洋,驾驶海盗船劫掠并阻断商路,甚至远航至赫拉克勒斯之柱。
ἐπιόντος οὖν τοῦ Αἰμιλίου τετρακισμύριοι γενόμενοι τὸ πλῆθος ὑπέστησαν ὁ δὲ τοὺς σύμπαντας ὀκτακισχιλίους ἔχων πενταπλασίοις οὖσιν αὐτοῖς συνέβαλε, καί τρεψάμενος καί κατακλείσας εἰς τὰ τείχη διέδωκε λόγον φιλάνθρωπον καί συμβατικόν·
因此,当埃米利乌斯进军时,他们纠集了四万之众予以迎抗;而他麾下总共只有八千人,却与五倍于己的敌军交战,击溃他们并将他们围困在城墙内之后,向他们传达了仁厚而和解的条件。
οὐ γὰρ ἦν βουλομένοις τοῖς Ῥωμαίοις1 παντάπασιν ἐκκόψαι τὸ Λιγύων ἔθνος, ὥσπερ ἕρκος ἢ πρόβολον ἐμποδὼν κείμενον τοῖς Γαλατικοῖς κινήμασιν ἐπαιωρουμένοις ἀεὶ περὶ τὴν Ἰταλίαν.2
因为罗马人并不希望彻底铲除利古里亚这个民族,它宛如一道防壁或前哨,阻挡在时刻盘旋于意大利之上的高卢人动乱面前。
πιστεύσαντες οὖν τῷ Αἰμιλίῳ τάς τε ναῦς καί τάς πόλεις ἐνεχείρισαν. ὁ δὲ τάς μὲν πόλεις οὐδὲν ἀδικήσας ἢ μόνον τὰ τείχη περιελών ἀπέδωκε, τάς δὲ ναῦς ἁπάσας ἀφείλετο, καί πλοῖον οὐδὲν αὐτοῖς τρισκάλμου μεῖζον ἀπέλιπε· τοὺς δὲ ἡλωκότας ὑπʼ αὐτῶν κατὰ γῆν ἢ κατὰ θάλατταν ἀνεσώσατο πολλοὺς καί ξένους καὶ Ῥωμαίους εὑρεθέντας. ἐκείνη μὲν οὖν ἡ ὑπατεία τάς εἰρημένας πράξεις ἐπιφανεῖς ἔσχεν.
他们信赖埃米利乌斯,将船只与城市悉数交出。埃米利乌斯丝毫没有侵害这些城市,仅仅拆毁了城墙便归还给他们,但他没收了所有船只,没有给他们留下一艘大于三桨船的舟艇;并且他解救了许多被他们于陆上或海上俘获的人,其中既有外邦人也有罗马人。因此,那次执政官任期便取得了上述显赫的功业。
ὕστερον δὲ πολλάκις ποιήσας φανερὸν αὑτὸν αὖθις ὑπατεῦσαι βουλόμενον καί ποτε καί παραγγείλας, ὡς ἀπέτυχε καί παρώφθη, τὸ λοιπὸν ἡσυχίαν εἶχε, τῶν ἱερῶν ἐπιμελούμενος καί τοὺς παῖδας ἀσκῶν τὴν μὲν ἐπιχώριον παιδείαν3 καί πάτριον ὥσπερ αὐτὸς ἤσκητο, τὴν δὲ Ἑλληνικὴν φιλοτιμότερον.
此后,他多次表明希望再次担任执政官,有一次甚至正式参选,但他失败落选后,便在此后的岁月中安分守己,专心主持祭仪,并培育儿子们:既按照自己受过的教育传授他们本土和祖辈的学问,又以更大的热忱让他们学习希腊学术。
οὐ γὰρ μόνον γραμματικοὶ καί σοφισταὶ καί ῥήτορες, ἀλλὰ καί πλάσται καί ζωγράφοι καί πώλων καί σκυλάκων ἐπιστάται καί διδάσκαλοι θήρας Ἕλληνες ἦσαν περὶ τοὺς νεανίσκους.
因为不仅是文法学者、哲人、修辞学家,就连雕塑家、画家、幼马与猎犬的训导员以及狩猎教练,在这些青年身边全都是希腊人。
ὁ δὲ πατήρ, εἰ μή τι δημόσιον ἐμποδὼν εἴη, παρῆν ἀεὶ μελετῶσι καί γυμναζομένοις, φιλοτεκνότατος Ῥωμαίων γενόμενος.
而作为父亲的他,只要没有公务阻碍,总是在他们学习与锻炼时在旁陪伴,成了罗马人中最关爱子女的父亲。
- 6.5οὐ γὰρ ἦν βουλομένοις τοῖς Ῥωμαίοις
此处使用了与格分词 βουλομένοις 搭配名词与格 τοῖς Ῥωμαίοις 并与系动词 ἦν 连用的希腊语特殊惯用句型(相当于拉丁语的 volenti alicui esse),表示主观意愿,意为“对罗马人而言,……并非其所愿”。
- 6.5ἐπαιωρουμένοις ἀεὶ περὶ τὴν Ἰταλίαν
中性复数与格分词 ἐπαιωρουμένοις(盘旋、威胁、悬停)在性、数、格上与 τοῖς Γαλατικοῖς κινήμασιν(高卢人的骚动/异动)一致,形象地修饰常年笼罩、威胁意大利周边的高卢动乱。
- 6.8τοὺς παῖδας ἀσκῶν τὴν μὲν ἐπιχώριον παιδείαν
分词 ἀσκῶν 采用了训练与教育动词典型的双宾格句型:人的宾格 τοὺς παῖδας(儿子们)作直接宾语,内容宾格 τὴν μὲν ἐπιχώριον παιδείαν 及 τὴν δὲ Ἑλληνικήν 作所施加的教育内容。
