- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:3.1-3.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保卢斯·埃米利乌斯当选市政官并随后出任奥古尔祭司,他强调严格遵守宗教规章以防政纪败坏,并在统军时推行同样严谨的纪律,视教化公民重于战胜敌人。
πρώτην γοῦν τῶν ἐπιφανῶν ἀρχῶν ἀγορανομίαν μετελθών προεκρίθη δεκαδυοῖν ἀνδρῶν συναπογραψαμένων, οὓς ὕστερον ἅπαντας ὑπατεῦσαι λέγουσι.
总之,在他竞选显贵官职之首的市政官时,与他一同报名的有十二人,他却脱颖而出当选,而据说这十二人后来全都当上了执政官。
γενόμενος δʼ ἱερεὺς τῶν αὐγούρων προσαγορευομένων, οὓς τῆς ἀπʼ ὀρνίθων καὶ διοσημειῶν ἀποδεικνύουσι Ῥωμαῖοι μαντικῆς ἐπισκόπους καὶ φύλακας, οὕτω προσέσχε τοῖς πατρῴοις ἔθεσι καὶ κατενόησε τὴν τῶν παλαιῶν περὶ τὸ θεῖον εὐλάβειαν ὥστε τιμήν τινα δοκοῦσαν εἶναι καὶ ζηλουμένην ἄλλως ἕνεκα δόξης τὴν ἱερωσύνην τῶν ἀκροτάτων μίαν ἀποφῆναι τεχνῶν, καὶ μαρτυρῆσαι τοῖς φιλοσόφοις, ὅσοι τὴν εὐσέβειαν ὡρίσαντο θεραπείας θεῶν ἐπιστήμην εἶναι.
后来他成为被称为奥古尔的祭司中的一员——罗马人任命他们为基于飞鸟和天象的占卜的监督者与守护者——他极为关注祖宗的习俗,悉心审视古人对神明事物的虔敬,以致他将这原先被视为某种荣誉、仅仅为了名声而被追逐的祭司职分,展现为最高超的技艺之一,并证实了那些将虔敬定义为侍奉诸神的知识的哲学家是正确的。
πάντα γὰρ ἐδρᾶτο μετʼ ἐμπειρίας ὑπʼ αὐτοῦ καὶ σπουδῆς, σχολὴν τῶν ἄλλων ἄγοντος1 ὅτε γίγνοιτο πρὸς τούτῳ, καὶ παραλείποντος οὐδὲν οὐδὲ καινοτομοῦντος, ἀλλὰ καὶ τοῖς συνιερεῦσιν ἀεὶ καὶ περὶ τῶν μικρῶν διαφερομένου, καὶ διδάσκοντος ὡς εἰ τὸ θεῖον εὔκολόν τις ἡγεῖται καὶ ἀμεμφὲς εἶναι τῶν ἀμελειῶν, ἀλλὰ τῇ γε πόλει χαλεπὸν2 ἡ περὶ ταῦτα συγγνώμη καὶ παρόρασις· οὐδεὶς γὰρ ἐξ ἀρχῆς εὐθὺς μεγάλῳ παρανομήματι κινεῖ πολιτείαν, ἀλλὰ καὶ τὴν τῶν μειζόνων φρουρὰν καταλύουσιν οἱ προϊέμενοι τὴν ἐν τοῖς μικροῖς ἀκρίβειαν.
因为一切事务都由他凭着经验与热忱来执行,当他从事这项工作时便放下其他诸事,既无所遗漏亦不事创新,反倒始终与同僚祭司就微小的琐事展开辩论,并教导他们说,即便有人认为神明对疏忽是宽和而不予责怪的,但对城邦而言,在此类事情上的宽贷与姑息却是危害甚大;因为绝没有人一上来就以巨大的违法之举动摇政制,反而是那些放弃微末琐事上的精密严谨的人,摧毁了对更重大事务的防范。
ὅμοιον δὲ καὶ τῶν στρατιωτικῶν ἐθῶν τε καὶ πατρίων ἐξεταστὴν καὶ φύλακα παρεῖχεν ἑαυτόν, οὐ δημαγωγῶν ἐν τῷ στρατηγεῖν, οὐδʼ, ὥσπερ οἱ πλεῖστοι τότε, δευτέρας ἀρχὰς ταῖς πρώταις μνώμενος διὰ τοῦ χαρίζεσθαι καὶ πρᾷος εἶναι τοῖς ἀρχομένοις, ἀλλʼ ὥσπερ ἱερεὺς ἄλλων ὀργίων δεινῶν, τῶν περὶ τὰς στρατείας ἐθῶν ἐξηγούμενος ἕκαστα, καὶ φοβερὸς ὢν τοῖς ἀπειθοῦσι καὶ παραβαίνουσιν, ὤρθου τὴν πατρίδα, μικροῦ δεῖν πάρεργον ἡγούμενος τὸ νικᾶν τοὺς πολεμίους τοῦ παιδεύειν τοὺς πολίτας.3
同样,他也将自己塑造为军旅习俗与祖宗规制的检阅者和卫士;在统率军队时,他既不搞民众迎合,也不像当时大多数人那样,借着向部属施惠与怀柔来以初任官职图谋第二任官职,反倒像主持另一种庄严密仪的祭司一般,详加解释军旅行动的每项规章,令违抗与违纪之人畏惧,从而扶正了祖国;在他看来,击败敌人与教化公民相比,几乎只是顺带之事。
- 3.4σχολὴν τῶν ἄλλων ἄγοντος
与随后的分词 παραλείποντος、διαφερομένου 及 διδάσκοντος 一样,这些属格分词在句法上与前面施事属格短语 ὑπʼ αὐτοῦ 保持格一致,用作补足说明的情状分词,描述了他处理各项祭司事务时的态度和方式,而非脱节的属格绝对结构。
- 3.4ἀλλὰ τῇ γε πόλει χαλεπὸν
位于条件从句(εἰ...)之后的结句(主句)开头的 ἀλλά(归结句的 ἀλλά),带有强烈的让步转折与强调语气(“即使……然而至少对城邦而言……”)。谓语形容词 χαλεπόν 之后省略了系动词 ἐστί。
- 3.7μικροῦ δεῖν πάρεργον ἡγούμενος τὸ νικᾶν τοὺς πολεμίους τοῦ παιδεύειν τοὺς πολίτας
短语 μικροῦ δεῖν 为习惯用法,在此作副词短语使用,意为“几乎”、“差一点”。在主干结构中,τὸ νικᾶν τοὺς πολεμίους 作 ἡγούμενος 的直接宾语,πάρεργον 作宾语补足语(谓语宾格),而 τοῦ παιδεύειν 则是与 πάρεργον 隐含的比较意义(“与……相比属于次要之事”)相呼应的比较属格。
