← 普鲁塔克

埃米利乌斯·保卢斯传

§38.1-38.9

战利品免除直接税与埃米利乌斯担任监察官

普鲁塔克叙述了埃米利乌斯从马其顿缴获的财富使罗马公民长期免纳直接税,赞扬他在深受爱戴的同时仍恪守贵族立场(与后来的儿子西庇阿形成对比),并记载了他担任监察官时的宽和与节制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38.1

ταῖς δὲ Μακεδονικαῖς πράξεσι τοῦ Αἰμιλίου δημοτικωτάτην προσγράφουσι χάριν ὑπὲρ τῶν πολλῶν, ὡς τοσούτων εἰς τὸ δημόσιον τότε χρημάτων ὑπʼ αὐτοῦ τεθέντων ὥστε μηκέτι δεῆσαι τὸν δῆμον εἰσενεγκεῖν ἄχρι τῶν Ἱρτίου καὶ Πάνσα χρόνων, οἳ περὶ τὸν πρῶτον Ἀντωνίου καὶ Καίσαρος πόλεμον ὑπάτευσαν.

人们还将一项为了大众的最为亲民的恩惠归功于埃米利乌斯的马其顿功绩:当时由他缴入国库的钱财如此之巨,以致民众不再需要缴纳直接税,直到希尔提乌斯和潘萨的时代——这两人在安东尼与凯撒的初次战争前后担任执政官。

§38.2

κἀκεῖνο δʼ ἴδιον καὶ περιττὸν τοῦ Αἰμιλίου, τὸ σπουδαζόμενον ὑπὸ τοῦ δήμου καὶ τιμώμενον διαφερόντως ἐπὶ τῆς ἀριστοκρατικῆς μεῖναι προαιρέσεως,1 καὶ μηδὲν εἰπεῖν μηδὲ πρᾶξαι χάριτι τῶν πολλῶν, ἀλλὰ τοῖς πρώτοις καὶ κρατίστοις ἀεὶ συνεξετάζεσθαι περὶ τὴν πολιτείαν.

埃米利乌斯另一个独特而超凡的品质在于,他虽受到民众的热烈拥戴与异乎寻常的尊崇,却始终坚守贵族政见原则,绝不为了迎合大众而说一句话或做一件事,反而在治国理政中始终与最卓越、最优秀的人物为伍。

§38.3

ὃ καὶ χρόνοις ὕστερον Ἄππιος ὠνείδισεν Ἀφρικανῷ Σκηπίωνι. μέγιστοι γὰρ ὄντες ἐν τῇ πόλει τότε τὴν τιμητικὴν ἀρχὴν μετῄεσαν, ὁ μὲν τὴν βουλὴν ἔχων καὶ τοὺς ἀρίστους περὶ αὑτόν· αὕτη γὰρ Ἀππίοις ἡ πολιτεία πάτριος· ὁ δὲ μέγας μὲν ὢν ἐφʼ ἑαυτοῦ, μεγάλῃ δʼ ἀεὶ τῇ παρὰ τοῦ δήμου χάριτι καὶ σπουδῇ κεχρημένος.

这一点在多年之后,还被阿庇乌斯用来讥讽阿非利加努斯·西庇阿。当时他们二人是城邦中最有权势的人物,正在竞选监察官;前者得到了元老院和显贵阶层的支持——因为这是阿庇乌斯家族祖传的政见——而后者虽然自身功勋卓著,却始终倚仗民众对他的巨大好意与狂热支持。

§38.4

ὡς οὖν ἐμβάλλοντος εἰς ἀγορὰν τοῦ Σκηπίωνος κατεῖδε παρὰ πλευρὰν ὁ Ἄππιος ἀνθρώπους ἀγεννεῖς καὶ δεδουλευκότας, ἀγοραίους δὲ καὶ δυναμένους ὄχλον συναγαγεῖν καὶ σπουδαρχίᾳ καὶ κραυγῇ πάντα πράγματα βιάσασθαι, μέγα βοήσας· ὦ Παῦλε, εἶπεν, Αἰμίλιε, στέναξον ὑπὸ γῆς αἰσθόμενος ὅτι σου τὸν υἱὸν Αἰμίλιος ὁ κῆρυξ καὶ Λικίννιος Φιλόνεικος ἐπὶ τιμητείαν κατάγουσιν.2

因此,当西庇阿步入广场时,阿庇乌斯看到他身边簇拥着出身卑贱者和曾经为奴者,这些人是在广场游手好闲、擅长聚拢群氓并能通过结党钻营与呼喊喧嚣强推一切政务的无赖,他便高声喊道: “保卢斯啊,他说, 埃米利乌斯,在九泉之下叹息吧,当你得知是传令官埃米利乌斯和利奇尼乌斯·菲洛尼库斯引带你的儿子前去竞选监察官!”

§38.6

ἀλλὰ Σκηπίων μὲν αὔξων τὰ πλεῖστα τὸν δῆμον εὔνουν εἶχεν, Αἰμίλιος δέ, καίπερ ὢν ἀριστοκρατικὸς, οὐδὲν ἧττον ὑπὸ τῶν πολλῶν ἠγαπᾶτο τοῦ μάλιστα δημαγωγεῖν καὶ πρός χάριν ὁμιλεῖν τοῖς πολλοῖς δοκοῦντος.

然而,西庇阿是通过极力抬高平民地位才获得其拥护的,埃米利乌斯虽身为贵族派,却丝毫不比那些公认最善于蛊惑人心、迎合民众者逊色地受到广大群众的爱戴。

§38.7

ἐδήλωσαν δὲ μετὰ τῶν ἄλλων καλῶν καὶ τιμητείας αὐτὸν ἀξιώσαντες, ἥτις ἐστὶν ἀρχὴ πασῶν ἱερωτάτη καὶ δυναμένη μέγα πρός τε τἆλλα καὶ πρός ἐξέτασιν βίων.

民众除了授予其他荣誉外,还通过认为他配享监察官之职表明了这一点;这是所有官职中最神圣的一种,不仅在其他事务上,而且在品行审查方面都握有极大的权力。

§38.8

ἐκβαλεῖν τε γὰρ ἔξεστι συγκλήτου τὸν ἀπρεπῶς ζῶντα τοῖς τιμηταῖς, καὶ προγράψαι τὸν ἄριστον,3 ἵππου τʼ ἀφαιρέσει τῶν νέων ἀτιμάσαι τὸν ἀκολασταίνοντα. καὶ τῶν οὐσιῶν οὗτοι τὰ τιμήματα καὶ τὰς ἀπογραφὰς ἐπισκοποῦσιν.

因为监察官有权将生活不检点者逐出元老院,将品德最优秀者列为元老院之首席,并能通过收缴公马使生活放荡的青年蒙受贬黜;此外,他们还要监督财产估算与户口登记。

§38.9

ἀπεγράψαντο μὲν οὖν κατʼ αὐτὸν μυριάδες ἀνθρώπων τριάκοντα τρεῖς, ἔτι δʼ ἑπτακισχίλιοι τετρακόσιοι πεντήκοντα δύο, τῆς δὲ βουλῆς προέγραψε μὲν Μᾶρκον Αἰμίλιον Λέπιδον, ἤδη τετράκις καρπούμενον ταύτην τὴν προεδρίαν, ἐξέβαλε δὲ τρεῖς συγκλητικοὺς οὐ τῶν ἐπιφανῶν, καὶ περὶ τὴν τῶν ἱππέων ἐξέτασιν ὁμοίως ἐμετρίασεν αὐτός τε καὶ Μάρκιος Φίλιππος ὁ συνάρχων αὐτοῦ.

于是在他的任内,登记在册的公民达三十三万七千四百五十二人;他将已是第四次享有这一首席尊荣的马尔库斯·埃米利乌斯·雷必达列为元老院首席,仅开除了三名非属显要的元老,而在对骑士的审查中,他本人与其同僚马尔基乌斯·腓力也同样展现了适度的节制。

语法注3 条
  1. 38.2τὸ σπουδαζόμενον ὑπὸ τοῦ δήμου καὶ τιμώμενον διαφερόντως ἐπὶ τῆς ἀριστοκρατικῆς μεῖναι προαιρέσεως

    带定冠词中性单数主格的不定词短语 τὸ... μεῖναι 整体作为前文 κἀκεῖνο 的同位语(解说成分)。分词 σπουδαζόμενον 与 τιμώμενον 为宾格,与不定词 μεῖναι 的逻辑主语(埃米利乌斯)保持一致,且带有让步意味(“尽管受到拥戴与尊崇”)。

  2. 38.5ἐπὶ τιμητείαν κατάγουσιν

    动词 κατάγω 在此处的用法对应罗马政治用语中护送候选人前往广场或民众大会的惯用习语(deductio in forum / ad comitia)。阿庇乌斯在此带有鄙视之意,指那些被释奴和市井之徒作为随员(deductores)引导西庇阿前往竞选。

  3. 38.8προγράψαι τὸν ἄριστον,

    这是翻译罗马监察官指定“元老院首席”(princeps senatus,即将首要元老列于元老名单首位)这一专门行政行为的技术性表述。后文的 προέγραψε μὲν Μᾶρκον Αἰμίλιον Λέπιδον 亦承接此义,指将雷必达列为元老院之首席。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:38.1-38.9