- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:37.1-37.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了埃米利乌斯民众演说的反响、被囚珀尔修斯的境况及其死亡原因的异说(绝食说与守兵剥夺睡眠致死说),以及珀尔修斯诸子的不同结局。
οὕτω μὲν εὐγενεῖς καὶ μεγάλους λόγους τὸν Αἰμίλιον ἐξ ἀπλάστου καὶ ἀληθινοῦ φρονήματος ἐν τῷ δήμῳ διαλεχθῆναι λέγουσι.
据说埃米利乌斯就是这样,出于未经矫饰的真情实感,在民众面前发表了如此高尚而宏大的讲话。
τῷ δὲ Περσεῖ, καίπερ οἰκτείρας τὴν μεταβολὴν καὶ μάλα βοηθῆσαι προθυμηθείς, οὐδὲν εὕρετο1 πλὴν μεταστάσεως ἐκ τοῦ καλουμένου κάρκερε παρʼ αὐτοῖς εἰς τόπον καθαρὸν καὶ φιλανθρωποτέραν δίαιταν, ὅπου φρουρούμενος, ὡς μὲν οἱ πλεῖστοι γεγράφασιν, ἀπεκαρτέρησεν, ἔνιοι δὲ τῆς τελευτῆς ἴδιόν τινα καὶ παρηλλαγμένον τρόπον ἱστοροῦσι.
然而对于珀尔修斯,埃米利乌斯虽然怜悯他的命运变故且极愿相助,却除了使他从他们那里所谓的“卡尔凯尔”〔牢狱〕转押至一处洁净之所并获得较为人道的待遇之外,未能为他谋得什么;珀尔修斯在那里受到监禁,如大多数史家所记载的那样,绝食而死,但也有人记载了一种奇异而反常的死因。
μεμψαμένους γάρ τι καὶ θυμωθέντας αὐτῷ τοὺς περὶ τὸ σῶμα στρατιώτας, ὡς ἕτερον οὐδὲν ἠδύναντο λυπεῖν καὶ κακοῦν αὐτόν, ἐξείργειν τῶν ὕπνων,2 καὶ προσέχοντας ἀκριβῶς ἐνίστασθαι ταῖς καταφοραῖς3 καὶ συνέχειν ἐγρηγορότα πάσῃ μηχανῇ, μέχρι οὗ τοῦτον τὸν τρόπον ἐκπονηθεὶς ἐτελεύτησεν.
因为据说负责贴身看守的士兵们因故指责他并对他怀怒,由于无法以其他手段折磨和伤害他,便剥夺他的睡眠,严密监视以阻挠他入睡,用尽一切手段使他保持清醒,直至他以这种方式被耗尽精力而死。
ἐτελεύτησε δὲ καὶ τῶν παιδίων τὰ δύο. τὸν δὲ τρίτον, Ἀλέξανδρον, εὐφυᾶ μὲν ἐν τῷ τορεύειν καὶ λεπτουργεῖν γενέσθαι φασίν, ἐκμαθόντα δὲ τὰ Ῥωμαϊκὰ γράμματα καὶ τὴν διάλεκτον ὑπογραμματεύειν τοῖς ἄρχουσιν, ἐπιδέξιον καὶ χαρίεντα περὶ ταύτην τὴν ὑπηρεσίαν ἐξεταζόμενον.
他的两个孩子也相继去世。至于第三个孩子亚历山大,据说他在浮雕和精巧手艺方面颇具天赋,并且精通了罗马文字与语言,在长官麾下担任副书记官,在这项职差中显出了敏捷与讨人喜欢的才能。
- 37.2τῷ δὲ Περσεῖ, καίπερ οἰκτείρας τὴν μεταβολὴν καὶ μάλα βοηθῆσαι προθυμηθείς, οὐδὲν εὕρετο
句首的 τῷ δὲ Περσεῖ 是利益与格,作中动态动词 εὕρετο(“谋得、争取到”)的间接宾语。虽然主语埃米利乌斯未以名词形式明示,但分词 οἰκτείρας 与 προθυμηθείς(均为阳性主格单数)表明主语正是他。
- 37.3μεμψαμένους γάρ τι καὶ θυμωθέντας αὐτῷ τοὺς περὶ τὸ σῶμα στρατιώτας, ὡς ἕτερον οὐδὲν ἠδύναντο λυπεῖν καὶ κακοῦν αὐτόν, ἐξείργειν τῶν ὕπνων
承接前句 ἱστοροῦσι 的间接引语结构。宾格 τοὺς περὶ τὸ σῶμα στρατιώτας 充当不定式 ἐξείργειν、ἐνίστασθαι 与 συνέχειν 的逻辑主语,分词 μεμψαμένους 和 θυμωθέντας 则说明看守士兵的心理动机。
- 37.3ἐνίστασθαι ταῖς καταφοραῖς
动词 ἐνίσταμαι 搭配与格意为“阻挠、对抗”,αἱ καταφοραί 指“昏睡、入睡的迷糊状态”。此短语生动描绘了士兵们在珀尔修斯每次要昏睡过去时便施加干扰的折磨手段。
