← 普鲁塔克

埃米利乌斯·保卢斯传

§39.1-39.10

埃米利乌斯之死与庄严的葬礼

埃米利乌斯在养病稍愈后返抵罗马主持祭仪,旋即突发谵妄逝世;其葬礼受到包括昔日敌人在内的广泛崇敬,以其廉洁克己的遗产处置结束了对其生平的记述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39.1

διῳκημένων δὲ τῶν πλείστων καὶ μεγίστων ἐνόσησε νόσον ἐν ἀρχῇ μὲν ἐπισφαλῆ, χρόνῳ δὲ ἀκίνδυνον, ἐργώδη δὲ καὶ δυσαπάλλακτον γενομένην.

在大多数且最重大的公务均已处置完毕之后,他患上了一种起初甚为凶险、随着时间推移虽无性命之虞但颇为迁延难愈的顽疾。

§39.2

ἐπεὶ δὲ πεισθεὶς ὑπὸ τῶν ἰατρῶν ἔπλευσεν εἰς Ἐλέαν τῆς Ἰταλίας καὶ διέτριβεν αὐτόθι πλείω χρόνον ἐν παραλίοις ἀγροῖς καὶ πολλὴν ἡσυχίαν ἔχουσιν, ἐπόθησαν αὐτὸν οἱ Ῥωμαῖοι, καὶ φωνὰς πολλάκις ἐν θεάτροις οἷον εὐχόμενοι καὶ σπεύδοντες ἰδεῖν ἀφῆκαν.

在医师们的劝说下,他乘船前往意大利的埃利亚,并在当地极为静谧的滨海庄园中休养了相当长一段时日;在此期间,罗马人对他甚为挂念,常在剧场中发出呼声,仿佛祈求并急切盼望能见到他。

§39.3

οὔσης δέ τινος ἱερουργίας ἀναγκαίας, ἤδη δὲ καὶ δοκοῦντος ἱκανῶς ἔχειν αὐτῷ τοῦ σώματος,1 ἐπανῆλθεν εἰς Ῥώμην.

因有一项不可或缺的祭礼举行,且他的身体状况看来亦已颇为良好,他遂返回罗马。

§39.4

κἀκείνην μὲν ἔθυσε μετὰ τῶν ἄλλων τὴν θυσίαν ἱερέων, ἐπιφανῶς τοῦ δήμου περικεχυμένου καὶ χαίροντος· τῇ δʼ ὑστεραίᾳ πάλιν ἔθυσεν αὐτὸς ὑπὲρ αὐτοῦ σωτήρια τοῖς θεοῖς, καὶ συμπερανθείσης, ὡς προείρηται, τῆς θυσίας ὑποστρέψας οἴκαδε καὶ κατακλιθείς, πρὶν αἰσθέσθαι καὶ νοῆσαι τὴν μεταβολήν, ἐν ἐκστάσει καὶ παραφορᾷ τῆς διανοίας γενόμενος τριταῖος ἐτελεύτησεν,2 οὐδενὸς ἐνδεὴς οὐδʼ ἀτελὴς τῶν πρὸς εὐδαιμονίαν νενομισμένων γενόμενος.

他与其他祭司一同奉献了那场祭礼,当时民众极为明显地围聚在他身旁,满怀欣喜;次日,他又亲自为自己向诸神献上了祈求平安的谢恩祭。正如前文所述,在祭献完毕后,他回到家中卧床休息;然而,尚未来得及察觉与理解病情的突变,他便陷入了神智不清与胡言乱语的谵妄状态,并于第三天溘然长逝,在公认构成幸福的所有事物中无一匮乏、无一不备。

§39.6

καὶ γὰρ ἡ περὶ τὴν ἐκφορὰν πομπὴ θαυμασμὸν ἔσχε, καὶ ζῆλον ἐπικοσμοῦντα τὴν ἀρετὴν τοῦ ἀνδρὸς τοῖς ἀρίστοις καὶ μακαριωτάτοις ἐνταφίοις.

事实上,伴随送葬的行列引来了由衷的赞叹,以及那以最美好、最受神明护佑的随葬之物来装饰这位伟人美德的崇敬之情。

§39.7

ταῦτα δʼ ἦν οὐ χρυσὸς οὐδʼ ἐλέφας οὐδʼ ἡ λοιπὴ πολυτέλεια καὶ φιλοτιμία τῆς παρασκευῆς, ἀλλʼ εὔνοια καὶ τιμὴ καὶ χάρις οὐ μόνον παρὰ τῶν πολιτῶν, ἀλλὰ καὶ τῶν πολεμίων.

而这些随葬之礼并非黄金,亦非象牙,更非其余陈设的奢华与炫耀,而是不仅来自同胞公民、更来自昔日敌人的好意、尊崇与感念。

§39.8

ὅσοι γοῦν κατὰ τύχην παρῆσαν Ἰβήρων καὶ Λιγύων καὶ Μακεδόνων, οἱ μὲν ἰσχυροὶ τὰ σώματα καὶ νέοι διαλαβόντες τὸ λέχος ὑπέδυσαν καὶ παρεκόμιζον, οἱ δὲ πρεσβύτεροι συνηκολούθουν ἀνακαλούμενοι τὸν Αἰμίλιον εὐεργέτην καὶ σωτῆρα τῶν πατρίδων.

至少,凡当时恰巧在场的伊比利亚人、利古里亚人和马其顿人,凡年轻且体格健壮者,都分担抬起灵柩、将其扛在肩上向前护送;年长者则紧随其后,齐声高呼埃米利乌斯为其祖国的恩人和救星。

§39.9

οὐ γὰρ μόνον ἐν οἷς ἐκράτησε καιροῖς ἠπίως πᾶσι καὶ φιλανθρώπως ἀπηλλάγη χρησάμενος,3 ἀλλὰ καὶ παρὰ πάντα τὸν λοιπὸν βίον ἀεί τι πράττων ἀγαθὸν αὐτοῖς καὶ κηδόμενος ὥσπερ οἰκείων καὶ συγγενῶν διετέλεσε.

因为他不仅在克敌制胜之际便对所有人采取了温和且富有人道的处置,而且在其后来的整个人生中,他始终在为他们施行善举,像对待自己的族人与亲属一样眷顾着他们。

§39.10

τὴν δʼ οὐσίαν αὐτοῦ μόλις ἑπτὰ καὶ τριάκοντα μυριάδων γενέσθαι λέγουσιν, ἧς αὐτὸς μὲν ἀμφοτέρους τοὺς υἱοὺς ἀπέλιπε κληρονόμους, ὁ δὲ νεώτερος Σκηπίων τῷ ἀδελφῷ πᾶσαν ἔχειν συνεχώρησεν αὐτὸς εἰς οἶκον εὐπορώτερον τόν Ἀφρικανοῦ δεδομένος, οὗτος μὲν ὁ Παύλου Αἰμιλίου τρόπος καὶ βίος λέγεται γενέσθαι.4

据说他的遗产仅勉强达到三十七万德拉克马,他虽立两个儿子共同为继承人,但次子西庇阿由于已被过继到更富有的阿非利加努斯家族,便同意让兄长一人保有全部遗产。据传,保卢斯·埃米利乌斯的气度操守与生平事迹大致如此。

语法注4 条
  1. 39.3δοκοῦντος ἱκανῶς ἔχειν αὐτῷ τοῦ σώματος

    独立属格结构。采用了 ἔχειν 搭配副词及与格人称代词(αὐτῷ)的习惯用法(意为“对某人而言处于某种状况”);在此,原本充当主语的“身体”(τὸ σῶμα)以属格(τοῦ σώματος)出现,与分词 δοκοῦντος 保持一致,意为“当他的身体状况被认为已经足够良好时”。

  2. 39.5τριταῖος ἐτελεύτησεν

    表示时间/顺位的形容词 τριταῖος(第三天的)在此作述语性用法,副词性地修饰谓语动词 ἐτελεύτησεν,意即“在第三天去世”(指陷入谵妄昏迷后的第三天)。

  3. 39.9ἠπίως πᾶσι καὶ φιλανθρώπως ἀπηλλάγη χρησάμενος

    动词 ἀπαλλάττομαι 与补充性分词 χρησάμενος 连用。ἀπαλλάττομαι 在此意为“以某种方式收场、了结事务”,整句表示他在征服敌邦之际,“对所有人均采取了温和且富有人道的处理方式来善后事务”。

  4. 39.10οὗτος μὲν ὁ Παύλου Αἰμιλίου τρόπος καὶ βίος λέγεται γενέσθαι

    此句属于人称句构造(主格加不定式结构,nominativus cum infinitivo),而非带有对格不定式的非人称句。主语 ὁ τρόπος καὶ βίος 保持主格,作为被动动词 λέγεται 的语法主语,并与不定式 γενέσθαι 搭配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:39.1-39.10