← 普鲁塔克

埃米利乌斯·保卢斯传

§36.1-36.9

埃米利乌斯在公民大会上的演说与自我慰藉

埃米利乌斯面对两个儿子的相继夭折毫不动摇,照常完成凯旋式并主持公民大会,安慰市民称自己家庭的不幸已独自承担了命运对城邦胜利降下的嫉恨与报复。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.1

οὐ μὴν ἀλλʼ ὁ Αἰμίλιος ὀρθῶς λογιζόμενος ἀνδρείας καὶ θαρραλεότητος ἀνθρώποις οὐ πρὸς ὅπλα καὶ σαρίσας χρῆσιν εἶναι μόνον, ἀλλὰ πρὸς πᾶσαν ὁμαλῶς τύχης ἀντίστασιν, οὕτως ἡρμόσατο καὶ κατεκόσμησε τὴν τῶν παρόντων σύγκρασιν ὥστε τοῖς ἀγαθοῖς τὰ φαῦλα καὶ τὰ οἰκεῖα τοῖς δημοσίοις ἐναφανισθέντα1 μὴ ταπεινῶσαι τὸ μέγεθος μηδὲ καθυβρίσαι τὸ ἀξίωμα τῆς νίκης, τὸν μέν γε πρότερον τῶν παίδων ἀποθανόντα θάψας εὐθὺς ἐθριάμβευσεν, ὡς λέλεκται· τοῦ δὲ δευτέρου μετὰ τὸν θρίαμβον τελευτήσαντος συναγαγὼν εἰς ἐκκλησίαν τὸν Ῥωμαίων δῆμον ἐχρήσατο λόγοις ἀνδρὸς οὐ δεομένου παραμυθίας, ἀλλὰ παραμυθουμένου τοὺς πολίτας δυσπαθοῦντας ἐφʼ οἷς ἐκεῖνος ἐδυστύχησεν.

然而,埃米利乌斯正确地认识到,人们的英勇与胆魄不仅应用于武器与长矛面前,更同样适用于抵御命运的一切对抗;他如此调和与安排当下的境况,使得坏事消融于好事之中,家事消融于国事之中,既不削损胜利的伟大,也不玷污胜利的尊严。至少,他将儿子中先死去的那一个安葬后,立即举行了凯旋式,如前所述;而在第二个儿子于凯旋式后去世时,他召集罗马人民举行大会,发表讲话时不像一个需要安慰的人,反而像是在安慰那些为他的不幸而伤心的公民。

§36.3

ἔφη γάρ ὅτι τῶν ἀνθρωπίνων οὐδὲν οὐδέποτε δείσας, τῶν δὲ θείων ὡς ἀπιστότατον καὶ ποικιλώτατον πρᾶγμα τὴν τύχην ἀεὶ φοβηθείς, μάλιστα περὶ τοῦτον αὐτῆς τὸν πόλεμον, ὥσπερ πνεύματος λαμπροῦ, ταῖς πράξεσι παρούσης, διατελοίη μεταβολήν τινα καὶ παλίρροιαν προσδεχόμενος.

因为他说,他从未畏惧过任何人事,但在神圣之事中,他始终将命运视为最不可信且最多变之物而心怀敬畏;尤其在这场战争中,当命运如同顺风般伴随他的行动时,他始终在预料某种变故与退潮的来临。

§36.4

μιᾷ μὲν γὰρ, εἶπεν, ἡμέρᾳ τὸν Ἰόνιον ἀπὸ Βρεντεσίου περάσας εἰς Κέρκυραν κατήχθην πεμπταῖος δʼ ἐκεῖθεν ἐν Δελφοῖς τῷ θεῷ θύσας, ἑτέραις αὖθις αὖ πέντε τὴν δύναμιν ἐν Μακεδονίᾳ παρέλαβον, καὶ τὸν εἰωθότα συντελέσας καθαρμὸν αὐτῆς καὶ τῶν πράξεων εὐθὺς ἐναρξάμενος ἐν ἡμέραις ἄλλαις πεντεκαίδεκα τὸ κάλλιστον ἐπέθηκα τῷ πολέμῳ τέλος.

“因为在一天之内,”他说,“我从布伦特西翁渡过伊奥尼亚海抵达克基拉;从那里出发的第五天,我在德尔斐向神献祭;再过五天,我又在马其顿接管了大军;在完成了军队常规的净化仪式并立即展开军事行动后,又在十五天之内为这场战争画上了最辉煌的句号。

§36.5

ἀπιστῶν δὲ τῇ Τύχῃ διὰ τὴν εὔροιαν τῶν πραγμάτων, ὡς ἄδεια πολλὴ καὶ κίνδυνος οὐδεὶς ἦν ἀπὸ τῶν πολεμίων, μάλιστα κατὰ πλοῦν ἐδεδίειν τὴν μεταβολὴν τοῦ δαίμονος ἐπʼ εὐτυχίᾳ, τοσοῦτον στρατὸν νενικηκότα καὶ λάφυρα καὶ βασιλεῖς αἰχμαλώτους κομίζων.

然而,由于局势的过于顺畅,我对命运深表怀疑;既然面对敌人毫无阻碍且全无危险,我便在航程中最为畏惧神明因过度幸运而降下反转,因为我带领着如此庞大的战胜之师、带着战利品与被俘的君王归来。

§36.6

οὐ μὴν ἀλλὰ καὶ σωθεὶς πρὸς ὑμᾶς καὶ τὴν πόλιν ὁρῶν εὐφροσύνης καὶ ζήλου καὶ θυσιῶν γέμουσαν, ἔτι τὴν Τύχην διʼ ὑποψίας εἶχον, εἰδὼς οὐδὲν εἰλικρινὲς οὐδʼ ἀνεμέσητον ἀνθρώποις τῶν μεγάλων χαριζομένην.

不仅如此,即便平安回到你们身边,见到城中洋溢着欢乐、竞胜与祭祀,我仍然对命运心存戒备,深知命运从不会向凡人赐予任何纯粹且免遭神谴的巨大恩惠。

§36.7

καὶ τοῦτον οὐ πρότερον ἡ ψυχὴ τὸν φόβον ὠδίνουσα καὶ περισκοπουμένη τό μέλλον ὑπὲρ τῆς πόλεως ἀφῆκεν ἢ τηλικαύτῃ με προσπταῖσαι δυστυχίᾳ2 περὶ τὸν οἶκον, υἱῶν ἀρίστων, οὓς ἐμαυτῷ μόνους ἐλιπόμην διαδόχους, ταφὰς ἐπαλλήλους ἐν ἡμέραις ἱεραῖς μεταχειρισάμενον.

我的心灵为城邦的前途忧心忡忡、环顾未来,承受着这股恐惧之苦,直到我家门遭到如此惨重的不幸打击:在神圣的节日期间,我不得不接连安葬我最优秀的儿子们,他们是我留给自己的唯二继承人。

§36.8

νῦν οὖν ἀκίνδυνός εἰμι τὰ μέγιστα καὶ θαρρῶ, καὶ νομίζω τὴν Τύχην ὑμῖν παραμενεῖν ἀβλαβῆ καὶ βέβαιον.

因此,现在我已脱离了最大的危险并充满信心,我认为命运对于你们而言将保持无害且稳固。

§36.9

ἱκανῶς γὰρ ἐμοὶ καὶ τοῖς ἐμοῖς κακοῖς εἰς τὴν τῶν κατωρθωμένων ἀποκέχρηται νέμεσιν, οὐκ ἀφανέστερον ἔχουσα παράδειγμα τῆς ἀνθρωπίνης ἀσθενείας τοῦ θριαμβευομένου τὸν θριαμβεύοντα3 πλὴν ὅτι Περσεὺς μὲν ἔχει καὶ νενικημένος τοὺς παῖδας, Αἰμίλιος δὲ τοὺς αὑτοῦ νικήσας ἀπέβαλεν.

因为命运为了惩戒我们的功业,已在我和我的不幸上耗尽了其报应之力;在作为人类脆弱性的例证上,它展示凯旋者并不逊色于被凯旋者——唯一的差别仅在于:珀尔修斯虽败犹保全其子女,而埃米利乌斯却在胜利之后丧失了自己的骨肉。”

语法注3 条
  1. 36.1ἐναφανισθέντα

    中性复数第一不定过去时被动分词,修饰并列主语 τὰ φαῦλα καὶ τὰ οἰκεῖα(“坏事与私事”),表示它们在好事与国事中“被隐没/消融”,作为后文不定式 μὴ ταπεινῶσαι μηδὲ καθυβρίσαι 的逻辑主语的状态成分。

  2. 36.6οὐ πρότερον ... ἀφῆκεν ἢ τηλικαύτῃ με προσπταῖσαι δυστυχίᾳ

    时间结构 οὐ πρότερον ... ἤ(“在……之前不……/直到……才……”)统领带宾格不定式短语(με προσπταῖσαι)。分词 μεταχειρισάμενον 与不定式逻辑主语 με 保持宾格一致。

  3. 36.9τοῦ θριαμβευομένου τὸν θριαμβεύοντα

    紧凑的对照句结构:τοῦ θριαμβευομένου(在凯旋式中被游行示众者,指珀尔修斯)作比较级 οὐκ ἀφανέστερον 所要求的比较属格,而 τὸν θριαμβεύοντα(举行凯旋者,指埃米利乌斯)作分词 ἔχουσα 的宾格直接宾语,意为“命运将凯旋者作为人类脆弱性的例证,展示得不逊于被凯旋者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:36.1-36.9