- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:33.1-33.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯旋式第三天,在号手与献祭公牛之后展示了巨量金币及王室珍宝,随后被俘游行的珀尔修斯幼子幼女的凄惨景象引得围观民众潸然泪下。
τῆς δὲ τρίτης ἡμέρας ἕωθεν μὲν εὐθὺς ἐπορεύοντο σαλπιγκταί μέλος οὐ προσόδιον καὶ πομπικόν, ἀλλʼ οἵῳ μαχομένους ἐποτρύνουσιν αὑτοὺς Ῥωμαῖοι, προσεγκελευόμενοι.1
第三天清晨,号兵们随即列队出发,他们吹奏的不是引队或游行的乐调,而是罗马人在投入战斗时用来激励自我的那种战歌。
μετὰ δὲ τούτους ἤγοντο χρυσόκερῳ τροφίαι βοῦς ἑκατὸν εἴκοσι, μίτραις ἠσκημένοι καὶ στέμμασιν. οἱ δʼ ἄγοντες αὑτοὺς νεανίσκοι περιζώμασιν εὐπαρύφοις ἐσταλμένοι πρὸς ἱερουργίαν ἐχώρουν, καὶ παῖδες ἀργυρᾶ λοιβεῖα καὶ χρυσᾶ κομίζοντες.
跟随在他们之后的是一百二十头角饰镀金、佩带飘带与花冠的肥育公牛。牵引公牛的青年男子身着饰有华美花边的围腰,为祭礼前行,还有少年抬着金银的奠祭器皿。
εἶτα μετὰ τούτους οἱ τὸ χρυσοῦν νόμισμα φέροντες, εἰς ἀγγεῖα τριταλαντιαῖα μεμερισμένον ὁμοίως τῷ ἀργυρίῳ. τὸ δὲ πλῆθος ἦν τῶν ἀγγείων ὀγδοήκοντα τριῶν δέοντα.2
随后,在这些人之后是抬着金币的队伍,这些金币同银币一样分装在容量各为三塔兰同的器皿中;器皿的数量为八十缺三(即七十七个)。
τούτοις ἐπέβαλλον οἵ τε τὴν ἱερὰν φιάλην ἀνέχοντες, ἣν ὁ Αἰμίλιος ἐκ χρυσοῦ δέκα ταλάντων διὰ λίθων κατεσκεύασεν, οἵ τε τὰς Ἀντιγονίδας καὶ Σελευκίδας καὶ Θηρικλείους καὶ ὅσα περὶ δεῖπνον χρυσώματα τοῦ Περσέως ἐπιδεικνύμενοι.
紧随其后的是高举神圣浅杯的人——那是埃米利乌斯用十塔兰同的黄金打造并镶嵌宝石而成的——以及展示安提柯式、塞琉古式、塞里克勒斯式酒杯和珀尔修斯日常进餐所用的各种金质器皿的人。
τούτοις ἐπέβαλλε τὸ ἅρμα τοῦ Περσέως καὶ τὰ ὅπλα καὶ τὸ διάδημα τοῖς ὅπλοις ἐπικείμενον.
紧接着是珀尔修斯的战车、铠甲,以及置于铠甲之上的王冠。
εἶτα μικροῦ διαλείμματος ὄντος ἤδη τὰ τέκνα τοῦ βασιλέως ἤγετο δοῦλα, καὶ σὺν αὐτοῖς τροφέων καὶ διδασκάλων καὶ παιδαγωγῶν δεδακρυμένων ὄχλος, αὐτῶν τε τὰς χεῖρας ὀρεγόντων εἰς τοὺς θεατάς καὶ τὰ παιδία δεῖσθαι καὶ λιτανεύειν διδασκόντων.
随后,稍隔片刻,国王的孩子们便作为奴隶被引带而行,陪伴他们的是一群泪流满面的乳母、教师和保育员;他们自己向观者伸出双手,并教导孩子们去乞怜和哀求。
ἦν δʼ ἄρρενα μὲν δύο, θῆλυ δὲ ἕν, οὐ πάνυ συμφρονοῦντα τῶν κακῶν τὸ μέγεθος διὰ τὴν ἡλικίαν· ᾗ καὶ μᾶλλον ἐλεεινὰ πρὸς τὴν μεταβολὴν τῆς ἀναισθησίας ἦν,3 ὥστε μικροῦ τὸν Περσέα βαδίζειν παρορώμενον· οὕτως ὑπʼ οἴκτου τοῖς νηπίοις προσεῖχον τὰς ὄψεις οἱ Ῥωμαῖοι, καὶ δάκρυα πολλοῖς ἐκβάλλειν συνέβη, πᾶσι δὲ μεμιγμένην ἀλγηδόνι καὶ χάριτι τὴν θέαν εἶναι4 μέχρι οὗ τὰ παιδία παρῆλθεν.
孩子有两个男孩和一个女孩,因年纪尚幼,完全无法理解灾祸的深重;正因如此,这种无知觉与命运骤变之间的对照使他们显得格外凄楚,以致珀尔修斯行走时几乎被人视若无睹。罗马人出于怜悯,把目光全部凝聚在这些婴孩身上,以致许多人落下了眼泪;直到孩子们走过之前,对所有人而言,这幅景象都交织着痛楚与哀怜之情。
- 33.1μέλος οὐ προσόδιον καὶ πομπικόν, ἀλλʼ οἵῳ μαχομένους ἐποτρύνουσιν αὑτοὺς Ῥωμαῖοι, προσεγκελευόμενοι
宾格 μέλος 与句末分词 προσεγκελευόμενοι(催促吹奏)构成同源宾格。随后的关系从句 ἀλλʼ οἵῳ... 省略了表示乐调或手段的与格先行词(τοιούτῳ μέλει),关系代词 οἵῳ 相应地处于与格(格吸引或方式/手段与格)。
- 33.3ὀγδοήκοντα τριῶν δέοντα
中性复数分词 δέοντα(源自 δέω,意为“缺乏”)修饰不变化数词 ὀγδοήκοντα(80),支配表示所减数值的属格 τριῶν(3),是古典希腊语表达“八十缺三”(即77)的固定习惯句式。
- 33.8ᾗ καὶ μᾶλλον ἐλεεινὰ πρὸς τὴν μεταβολὴν τῆς ἀναισθησίας ἦν
关系副词 ᾗ 指代前句中孩子们因年幼而不知大祸临头的事实,意为“因此”或“就此而言”。前置词 πρὸς 表示参照与对照(“相对于”、“对照于”),突出了孩子们不知世事的懵懂(τῆς ἀναισθησίας)与命运骤然逆转(τὴν μεταβολήν)之间令人心酸的强烈对比。
- 33.8πᾶσι δὲ μεμιγμένην ἀλγηδόνι καὶ χάριτι τὴν θέαν εἶναι
该宾格不定式结构受前文非人称动词 συνέβη(“以致于……”)支配,与前一分句中的 δάκρυα ... ἐκβάλλειν 构成并列。逻辑主语为 τὴν θέαν,谓语为 μεμιγμένην ... εἶναι。这里的 χάρις 指由孩子们的可爱与惹人怜爱所激起的心动与温情,与悲痛(ἀλγηδών)相互交织。
