- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:32.1-32.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
塞尔维利乌斯的演说使士兵们回心转意,各部族一致投票通过了埃米利乌斯的凯旋式。普鲁塔克随后详述了为期三天的宏大盛况:首日展示掳获的艺术珍品,次日则陈列经过精心巧妙布置的马其顿武器及巨量银制财宝。
οὕτω φασὶν ὑπὸ τῶν λόγων τούτων ἀνακοπῆναι καὶ μεταβαλεῖν τὸ στρατιωτικόν ὥστε πάσαις ταῖς φυλαῖς ἐπικυρωθῆναι τῷ Αἰμιλίῳ τὸν θρίαμβον. πεμφθῆναι δʼ αὐτὸν οὕτω λέγουσιν. ὁ μὲν δῆμος ἔν τε τοῖς ἱππικοῖς θεάτροις, ἃ κίρκους καλοῦσι, περί τε τήν ἀγορὰν ἰκρία πηξάμενοι, καὶ τἆλλα τῆς πόλεως μέρη καταλαβόντες, ὡς ἕκαστα παρεῖχε τῆς πομπῆς ἔποψιν, ἐθεῶντο καθαραῖς ἐσθῆσι κεκοσμημένοι.1
据说,士兵们因这番话而受到震慑并转变了态度,以致所有部族都一致投票批准了授予埃米利乌斯的凯旋式。 人们说凯旋式是这样举行的:民众在他们称为大竞技场的赛马场中以及广场周围搭建了看台,并占据了城中所有能够观赏游行队伍的地方,身着洁净的衣服前来观看。
πᾶς δὲ ναὸς ἀνέῳκτο καὶ στεφάνων καὶ θυμιαμάτων ἦν πλήρης, ὑπηρέται τε πολλοὶ καὶ ῥαβδονόμοι τοὺς ἀτάκτως συρρέοντας εἰς τὸ μέσον καὶ διαθέοντας ἐξείργοντες ἀναπεπταμένας τὰς ὁδοὺς καὶ καθαρὰς παρεῖχον.
所有的神殿都敞开大门,摆满了花环,弥漫着香气;众多的差役和刀斧手将那些杂乱无章地涌入中央和穿梭横跑的人驱离在外,使街道保持敞开畅通。
τῆς δὲ πομπῆς εἰς ἡμέρας τρεῖς νενεμημένης, ἡ μὲν πρώτη μόλις ἐξαρκέσασα τοῖς αἰχμαλώτοις ἀνδριάσι καὶ γραφαῖς καὶ κολοσσοῖς ἐπὶ ζευγῶν πεντήκοντα καὶ διακοσίων κομιζομένοις τούτων ἔσχε θέαν.
游行被分配在三天进行;第一天仅仅用来展示运载在二百五十辆大车上的被俘雕像、图画与巨型造像,便已几乎不够用了,这一天便成了观赏这些珍品的日子。
τῇ δʼ ὑστεραίᾳ τὰ κάλλιστα καὶ πολυτελέστατα τῶν Μακεδονικῶν ὅπλων ἐπέμπετο πολλαῖς ἁμάξαις, αὐτά τε μαρμαίροντα χαλκῷ νεοσμήκτῳ καὶ σιδήρῳ, τήν τε θέσιν ἐκ τέχνης καὶ συναρμογῆς ὡς ἂν μάλιστα συμπεφορημένοις χύδην καὶ αὐτομάτως ἐοίκοι2 πεποιημένα, κράνη πρὸς ἀσπίσι καὶ θώρακες ἐπὶ κνημῖσι, καὶ Κρητικαὶ πέλται καὶ Θρᾴκια γέρρα καὶ φαρέτραι μετὰ ἱππικῶν ἀναμεμιγμέναι χαλινῶν, καὶ ξίφη γυμνὰ διὰ τούτων παρανίσχοντα καὶ σάρισαι παραπεπηγυῖαι, σύμμετρον ἐχόντων χάλασμα τῶν ὅπλων,3 ὥστε τήν πρὸς ἄλληλα κροῦσιν ἐν τῷ διαφέρεσθαι τραχὺ καὶ φοβερὸν ὑπηχεῖν, καὶ μηδὲ νενικημένων ἄφοβον εἶναι τήν ὄψιν.
次日,马其顿最精美、最昂贵的武器由许多辆大车载运而过;这些兵器本身因新磨洗的青铜与钢铁而光彩夺目,而它们的摆放也是经过巧妙的工艺与拼接,使之极力显得宛如偶然杂乱地堆积在一起一样:头盔堆在盾牌上,胸甲置于护胫之上,克里特的皮盾、色雷斯的柳条盾与箭筒同骑兵的马勒混杂在一起,出鞘的利剑从其间伸出,长矛直立穿插在旁;武器之间留有适当的松弛度,以至于在行进中互相碰撞时发出的声响显得粗粝而骇人,即使已是战败者的〔兵器〕,这副景象也绝非不令人胆寒。
μετὰ δὲ τὰς ὁπλοφόρους ἁμάξας ἄνδρες ἐπεπορεύοντο τρισχίλιοι νόμισμα φέροντες ἀργυροῦν ἐν ἀγγείοις ἑπτακοσίοις πεντήκοντα τριταλάντοις, ὧν ἕκαστον ἀνὰ τέσσαρες ἐκόμιζον· ἄλλοι δὲ κρατῆρας ἀργυροῦς4 καὶ κέρατα καὶ φιάλας καὶ κύλικας, εὖ διακεκοσμημένα πρὸς θέαν ἕκαστα καὶ περιττὰ τῷ μεγέθει καὶ τῇ παχύτητι τῆς τορείας.
在满载武器的车辆之后,有三千人列队前进,他们用七百五十个容量各为三塔兰同的器皿运送银币,每个器皿由四人合力抬着;另有人携带银质调酒缸、角杯、浅杯和高足杯,每一件都布置得极利于观赏,其体积之庞大与浮雕之厚重皆非同寻常。
- 32.2ὁ μὲν δῆμος ἔν τε τοῖς ἱππικοῖς θεάτροις ... ἰκρία πηξάμενοι, καὶ ... καταλαβόντες ... ἐθεῶντο καθαραῖς ἐσθῆσι κεκοσμημένοι
集体名词单数主语 ὁ δῆμος 与阳性复数分词(πηξάμενοι、καταλαβόντες、κεκοσμημένοι)以及复数谓语动词(ἐθεῶντο)搭配。这是根据意念一致(constructio ad sensum / schema per synesin)的典型用法,即在数上顺应所指代的人群个体而非语法形式上的单数。
- 32.5ὡς ἂν μάλιστα συμπεφορημένοις χύδην καὶ αὐτομάτως ἐοίκοι
连词 ὡς ἄν 与祈愿语气(ἐοίκοι)搭配,引导带有假设性质的比较从句(“极力显得宛如……一样”)。与格分词 συμπεφορημένοις 作 ἐοίκοι 的补足语(“类似于堆积起来的事物”),指代前述武器的陈列状态。
- 32.7σύμμετρον ἐχόντων χάλασμα τῶν ὅπλων
由名词 τῶν ὅπλων 和分词 ἐχόντων 构成的独立属格结构。紧随一系列具体武器的列举之后,用作伴随状况说明,指兵器之间留有恰如其分的松弛空间(χάλασμα),以便在行进时产生碰撞声响。
- 32.9ἄλλοι δὲ κρατῆρας ἀργυροῦς
支配宾格宾语(κρατῆρας ἀργυροῦς 等)的主动词被省略。需从前一句的语境中承前补出表示搬运的动词(如 ἐκόμιζον 或 ἐπεπορεύοντο φέροντες),意为“另有人(携带/运送)银质调酒缸……”。
