- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:34.1-34.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
绝望的珀尔修斯与哀恸的密友一同行进,记叙了他因偷生乞求免除凯旋式示众却遭埃米利乌斯暗示自尽,随后埃米利乌斯本人在全军赞颂中盛装登场,文末附有对过盛幸运与命运轮转的沉思。
αὐτὸς δὲ τῶν τέκνων ὁ Περσεὺς καὶ τῆς περὶ αὐτὰ θεραπείας κατόπιν ἐπορεύετο, φαιὸν μὲν ἱμάτιον ἀμπεχόμενος καὶ κρηπῖδας ἔχων ἐπιχωρίους, ὑπὸ δὲ μεγέθους τῶν κακῶν πάντα θαμβοῦντι καὶ παραπεπληγμένῳ μάλιστα τὸν λογισμὸν ἐοικώς.
珀尔修斯本人走在孩子们以及照料他们的仆从之后,身穿一袭灰色外袍,脚踏本国样式的便鞋,因灾难的深重而显得对一切茫然失措,极像一个神智完全昏乱之人。
καὶ τούτῳ δʼ εἵπετο χορὸς φίλων καὶ συνήθων, βεβαρημένων τὰ πρόσωπα πένθει, καὶ τῷ πρὸς Περσέα βλέπειν ἀεὶ καὶ δακρύειν ἔννοιαν παριστάντων1 τοῖς θεωμένοις ὅτι τὴν ἐκείνου τύχην ὀλοφύρονται τῶν καθʼ ἑαυτοὺς ἐλάχιστα φροντίζοντες.
跟在他身后的是一群朋友和密友,他们的脸上沉郁着悲哀;他们因不断凝望珀尔修斯并流泪,使观者产生了一种感受,即他们是在痛惜他的命运,而丝毫不顾及自身的境遇。
καίτοι προσέπεμψε τῷ Αἰμιλίῳ δεόμενος μὴ πομπευθῆναι καὶ παραιτούμενος τὸν θρίαμβον. ὁ δὲ τῆς ἀνανδρίας αὑτοῦ καὶ φιλοψυχίας, ὡς ἔοικε, καταγελῶν, ἀλλὰ τοῦτό γʼ, εἶπε, καὶ πρότερον ἦν ἐπʼ αὐτῷ καὶ νῦν ἐστιν,2 ἂν βούληται·
然而,他曾派人向埃米利乌斯请求不要在游行中示众,恳求免除被列入凯旋式;但埃米利乌斯似乎嘲笑他的懦怯和偷生之念,说道: “可是这件事, 从前在他自己,如今若他愿意,也依然在他自己;”
δηλῶν τὸν πρὸ αἰσχύνης θάνατον, ὃν οὐχ ὑπομείνας ὁ δείλαιος, ἀλλʼ ὑπʼ ἐλπίδων τινῶν ἀπομαλακισθείς ἐγεγόνει μέρος τῶν αὑτοῦ λαφύρων.
这是在示意受辱之前的死;然而这个可怜的人未能承受这种死,反而在某些希望的诱惑下软弱下来,成了自己战利品的一部分。
ἐφεξῆς δὲ τούτοις ἐκομίζοντο χρυσοῖ στέφανοι τετρακόσιοι τὸ πλῆθος, οὓς αἱ πόλεις ἀριστεῖα τῆς νίκης τῷ Αἰμιλίῳ μετὰ πρεσβειῶν ἔπεμψαν.
紧接着这些抬来的是四百顶金冠,这是各城邦遣派使团作为胜利的嘉奖赠给埃米利乌斯的。
εἶτʼ αὐτὸς ἐπέβαλλεν ἅρματι κεκοσμημένῳ διαπρεπῶς ἐπιβεβηκώς, ἀνὴρ καὶ δίχα τοσαύτης ἐξουσίας ἀξιοθέατος, ἁλουργίδα χρυσόπαστον ἀμπεχόμενος καὶ δάφνης κλῶνα τῇ δεξιᾷ προτείνων.
随后是他本人,乘着一辆装饰华丽的战车紧随其后;即便没有如此威严的排场,他也是一位值得瞻仰的人物,身着缀金紫袍,右手伸出一枝月桂树枝。
ἐδαφνηφόρει δὲ καὶ σύμπας ὁ στρατός, τῷ μὲν ἅρματι τοῦ στρατηγοῦ κατὰ λόχους καὶ τάξεις ἑπόμενος, ᾄδων δὲ τὰ μὲν ᾠδάς τινας πατρίους ἀναμεμιγμένας γέλωτι, τὰ δὲ παιᾶνας ἐπινικίους καὶ τῶν διαπεπραγμένων ἐπαίνους εἰς τὸν Αἰμίλιον περίβλεπτον ὄντα καὶ ζηλωτὸν ὑπὸ πάντων, οὐδενὶ δὲ τῶν ἀγαθῶν ἐπίφθονον· πλὴν εἴ τι δαιμόνιον ἄρα τῶν μεγάλων καὶ ὑπερόγκων εἴληχεν εὐτυχιῶν ἀπαρύτειν3 καὶ μιγνύναι τὸν ἀνθρώπινον βίον, ὅπως μηδενὶ κακῶν ἄκρατος εἴη καὶ καθαρός, ἀλλὰ καθʼ Ὅμηρον ἄριστα δοκῶσι πράττειν οἷς αἱ τύχαι τροπὴν ἐπʼ ἀμφότερα τῶν πραγμάτων ἔχουσιν.
全军将士也头戴月桂冠,按连队和序列跟随在统帅的战车之后,一边唱着掺杂谐谑的传统军歌,一边唱着胜利凯歌并赞颂埃米利乌斯建树的功绩——埃米利乌斯受到所有人的瞩目与艳羡,却未招致任何善人的嫉恨;除非,确有某种神灵命中注定要从巨大而过度的幸运中抽取一部分来调和人生,使得没有任何人的生活能完全不受恶运浸染而保持纯粹,反倒如荷马所言,只有那些命运在祸福两端皆有起伏之人,才被视为处境最好。
- 34.2βεβαρημένων τὰ πρόσωπα πένθει, καὶ ... παριστάντων
尽管主句的主语是单数集合名词 χορὸς(队伍、群体),但分词 βεβαρημένων 和 παριστάντων 采用了属格复数形式,在句法上与其修饰语 φίλων καὶ συνήθων(朋友与密友)一致。这属于语义一致(constructio ad sensum),直接陈述构成该群体的个体成员的动作与状态。
- 34.3καὶ πρότερον ἦν ἐπʼ αὐτῷ καὶ νῦν ἐστιν
介词短语 ἐπʼ αὐτῷ 是一种固定用法(ἐπί 接与格表示权力、自主权或处于某人支配之下),意为“取决于他自己”或“在他掌握之中”。埃米利乌斯的答复辛辣地指出,通过自尽来避免受辱过去取决于他,现在只要他愿意也依然取决于他,后文的 δηλῶν τὸν πρὸ αἰσχύνης θάνατον 明确揭示了这层含义。
- 34.8τῶν μεγάλων καὶ ὑπερόγκων εἴληχεν εὐτυχιῶν ἀπαρύτειν
动词 λαγχάνω(完成时 εἴληχα)接不定式(ἀπαρύτειν),意为“命中注定/职分被分配以做某事”。ἀπαρύτειν(舀出、抽取、减损)支配属格 τῶν ... εὐτυχιῶν,作为部分属格(抽取过盛好运的一部分)或分离属格发挥作用。
