- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:31.1-31.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
当第一个部族开始投票否决埃米利乌斯的凯旋式时,元老院议员们出面干预中止了投票;前执政官马尔库斯·塞尔维利乌斯登台发表演说,向大众展示自己累累的战伤,严厉痛斥士兵的嫉妒与加尔巴的煽动。
ἅμα δʼ ἡμέρᾳ τῆς ψήφου δοθείσης ἥ τε πρώτη φυλὴ τὸν θρίαμβον ἀπεψηφίζετο, καὶ τοῦ πράγματος αἴσθησις εἰς τὸν ἄλλον δῆμον καὶ τὴν σύγκλητον κατῄει.
拂晓时分,投票开始进行,第一个部族投票否决了凯旋式,这一消息随即传到了其余民众和元老院之中。
καὶ τὸ μὲν πλῆθος ὑπεραλγοῦν τῷ προπηλακίζεσθαι τὸν Αἰμίλιον ἐν φωναῖς ἦν ἀπράκτοις, οἱ δὲ γνωριμώτατοι τῶν ἀπὸ βουλῆς δεινὸν εἶναι τὸ γινόμενον βοῶντες ἀλλήλους παρεκάλουν ἐπιλαβέσθαι τῆς τῶν στρατιωτῶν ἀσελγείας καὶ θρασύτητος, ἐπὶ πᾶν ἀφιξομένης ἄνομον ἔργον καὶ βίαιον, εἰ μηδὲν ἐμποδὼν αὐτοῖς γένοιτο Παῦλον Αἰμίλιον ἀφελέσθαι τῶν ἐπινικίων τιμῶν,1 ὠσάμενοι δὲ τὸν ὄχλον καὶ ἀναβάντες ἁθρόοι τοῖς δημάρχοις ἔλεγον ἐπισχεῖν τὴν ψηφοφορίαν, ἄχρι ἂν διαέλθωσιν ἃ βούλονται πρὸς τὸ πλῆθος.
平民大众虽因埃米利乌斯遭受羞辱而深感痛心,却只能发出无济于事的呼喊;元老院中最为显赫的人士则大呼所发生之事骇人听闻,互相勉励去制止士兵们的放肆与狂妄——如果任由他们剥夺保卢斯·埃米利乌斯凯旋的殊荣而毫无阻碍,这种狂妄必将发展为一切无法无天与暴力的行径;于是他们推开人群,成群登上台前,要求保民官中止投票,直到他们向大众讲明所要陈述的话为止。
ἐπισχόντων δὲ πάντων καὶ γενομένης σιωπῆς ἀνελθὼν ἀνὴρ ὑπατικὸς καὶ πολεμίους εἴκοσι καὶ τρεῖς ἐκ προκλήσεως ἀνῃρηκώς, Μᾶρκος Σερβίλιος, Αἰμίλιον μὲν ἔφη Παῦλον, ἡλίκος αὐτοκράτωρ γένοιτο, νῦν μάλιστα γινώσκειν,2 ὁρῶν ὅσης ἀπειθείας γέμοντι καὶ κακίας στρατεύματι χρώμενος οὕτω καλὰς κατώρθωσε καὶ μεγάλας πράξεις, θαυμάζειν δὲ τὸν δῆμον εἰ τοῖς ἀπʼ Ἰλλυριῶν καὶ Λιγύων ἀγαλλόμενος θριάμβοις αὑτῷ φθονεῖ τὸν Μακεδόνων βασιλέα ζῶντα καὶ τὴν Ἀλεξάνδρου καὶ Φιλίππου δόξαν ἐπιδεῖν ὑπὸ τοῖς Ῥωμαίων ὅπλοις ἀγομένην αἰχμάλωτον.
当众人中止投票且全场肃静之后,曾任执政官并在单挑中斩杀过二十三名敌人的马尔库斯·塞尔维利乌斯走上前来,宣称自己如今才最深刻地认识到保卢斯·埃米利乌斯是多么伟大的统帅,因为亲眼看到他在使用一支如此充满抗命与恶念的军队时,竟然立下了如此辉煌而伟大的功绩;他又对民众表示惊异,不解他们既然为战胜伊利里亚人和利古里亚人的凯旋式欢呼雀跃,为何却吝惜让自己亲眼看到活着的马其顿国王以及亚历山大与腓力的荣耀在罗马的武力下沦为俘虏被押送行进。
πῶς γὰρ οὐ δεινὸν, εἶπεν, εἰ, φήμης περὶ νίκης ἀβεβαίου πρότερον εἰς τὴν πόλιν ἐμπεσούσης, ἐθύσατε τοῖς θεοῖς εὐχόμενοι τοῦ λόγου τούτου ταχέως ἀπολαβεῖν τὴν ὄψιν, ἥκοντος δὲ τοῦ στρατηγοῦ μετὰ τῆς ἀληθινῆς νίκης ἀφαιρεῖσθε τῶν μὲν θεῶν τὴν τιμήν, αὑτῶν δὲ τὴν χαράν, ὡς φοβούμενοι θεάσασθαι τὸ μέγεθος τῶν κατορθωμάτων ἢ φειδόμενοι τοῦ πολεμίου; καίτοι κρεῖττον ἦν τῷ πρὸς ἐκεῖνον ἐλέῳ, μὴ τῷ πρὸς αὐτοκράτορα φθόνῳ λυθῆναι τὸν θρίαμβον.3
“因为,这岂非荒谬至极吗,”他说道,“此前,当胜利的不确切传闻传入城中时,你们曾向神明献祭,祈求能尽早亲眼印证这一消息;然而如今主将带着真正的胜利归来,你们却要剥夺神明的尊荣和自身的欢愉,就好像害怕目睹其丰功伟业的宏大,抑或是怜悯敌人一样?然而,凯旋式若因出于对那敌人的怜悯而被取消,也总好过因对主帅的嫉妒而被取消。
ἀλλʼ εἰς τοσαύτην, ἔφη, τὸ κακόηθες ἐξουσίαν προάγεται διʼ ὑμῶν ὥστε περὶ στρατηγίας καὶ θριάμβου τολμᾷ λέγειν ἄνθρωπος ἄτρωτος καὶ τῷ σώματι στίλβων ὑπὸ λειότητος καὶ σκιατραφίας πρὸς ἡμᾶς τοὺς τοσούτοις τραύμασι πεπαιδευμένους ἀρετὰς καὶ κακίας κρίνειν στρατηγῶν.
但是,”他说,“由于你们的纵容,恶意竟被赋予了如此之大的放肆,以致一个体无创伤、因娇嫩和久居深闺而肌肤白皙光亮的人,竟敢面对我们这些历经如此多创伤磨砺、深知如何评判将领优劣的人,狂妄地谈论用兵之道与凯旋式。”
ἅμα δὲ τῆς ἐσθῆτος διασχών ἐξέφηνε κατὰ τῶν στέρνων ὠτειλὰς ἀπίστους τὸ πλῆθος. εἶτα μεταστραφεὶς ἔνια τῶν οὐκ εὐπρεπῶς ἐν ὄχλῳ γυμνοῦσθαι δοκούντων τοῦ σώματος4 ἀνεκάλυψε, καὶ πρὸς τὸν Γάλβαν ἐπιστρέψας, σὺ μὲν, ἔφη, γελᾷς ἐπὶ τούτοις, ἐγὼ δὲ σεμνύνομαι πρὸς τοὺς πολίτας· ὑπὲρ τούτων γὰρ ἡμέραν καὶ νύκτα συνεχῶς ἱππασάμενος ταῦτʼ ἔσχον.
说着,他扯开衣裳,露出了胸前数量多得令人难以置信的伤痕。接着他转过身,露出了身体上某些被认为在众人面前袒露并不体面的部位,并转向加尔巴,“你,”他说,“对此嗤笑,而我却在公民们面前以此为荣;因为正是为了他们,日夜不停地纵马奔驰,我才留下了这些痕迹。
ἀλλʼ ἄγε λαβὼν αὐτοὺς ἐπὶ τὴν ψῆφον ἐγὼ δὲ καταβὰς παρακολουθήσω πᾶσι, καὶ γνώσομαι τοὺς κακοὺς καὶ ἀχαρίστους καὶ δημαγωγεῖσθαι μᾶλλον ἐν τοῖς πολέμοις ἢ στρατηγεῖσθαι βουλομένους.
来吧,带他们去投票吧!我走下去自会盯视每一个人,看清那些卑劣、忘恩负义、在战争中宁愿被蛊惑讨好也不愿听从指挥的人究竟是谁。”
- 31.2ἐπὶ πᾶν ἀφιξομένης ἄνομον ἔργον καὶ βίαιον, εἰ μηδὲν ἐμποδὼν αὐτοῖς γένοιτο Παῦλον Αἰμίλιον ἀφελέσθαι τῶν ἐπινικίων τιμῶν
将来时分词 ἀφιξομένης 修饰 θρασύτητος(或统摄 ἀσελγείας καὶ θρασύτητος),与条件从句(εἰ μηδὲν ... γένοιτο)呼应,表示潜在的结果(“若无所阻碍,则必将导致……”)。Παῦλον Αἰμίλιον 是不定式 ἀφελέσθαι 的宾语,后面的 τῶν ἐπινικίων τιμῶν 为夺格性属格,表示被剥夺的事物。
- 31.4Αἰμίλιον μὲν ἔφη Παῦλον, ἡλίκος αὐτοκράτωρ γένοιτο, νῦν μάλιστα γινώσκειν
在间接引语结构中,不定式 γινώσκειν 的逻辑主语是说话者自身(塞尔维利乌斯),因与 ἔφη 的主语一致而省略。Αἰμίλιον Παῦλον 属于先行词前置/先取构词(prolepsis),将从属间接疑问句(ἡλίκος αὐτοκράτωρ γένοιτο)的逻辑主语提前充当了主要不定式的宾格(即“如今最深刻地认识到了保卢斯·埃米利乌斯究竟是多么伟大的统帅”)。
- 31.6καίτοι κρεῖττον ἦν τῷ πρὸς ἐκεῖνον ἐλέῳ, μὴ τῷ πρὸς αὐτοκράτορα φθόνῳ λυθῆναι τὸν θρίαμβον
无人称未完成过去时 κρεῖττον ἦν 是不带 ἄν 表示与过去事实相反或应然语气(“本应当更好……”)的习惯用法。τῷ ... ἐλέῳ 和 τῷ ... φθόνῳ 为表示原因或动机的与格,分别由介词短语(πρὸς ἐκεῖνον“对那敌人”、πρὸς αὐτοκράτορα“对统帅”)进行修饰限定。
- 31.8ἔνια τῶν οὐκ εὐπρεπῶς ἐν ὄχλῳ γυμνοῦσθαι δοκούντων τοῦ σώματος
ἔνια 是动词 ἀνεκάλυψε 的直接宾语(中性复数宾格)。实词化的分词短语 τῶν ... δοκούντων 作为部分属格修饰 ἔνια,而 τοῦ σώματος 亦作为部分属格进一步限定所指的身体部位,整体意为“身体中那些被认为在众人面前袒露并不合体统的若干部位”。
