- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:30.1-30.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃米利乌斯乘坐华美装饰的旗舰溯台伯河而上,但因战利品分配不满的士兵对他心存怨恨。宿敌塞尔维乌斯·加尔巴利用士兵的不满反对为其举行凯旋式,在公民大会上拖延时间,随后策动士兵占领卡皮托尔山。
Αἰμίλιος μὲν οὖν τοῦτο πράξας μάλιστα παρὰ τὴν αὑτοῦ φύσιν ἐπιεικῆ καὶ χρηστὴν οὖσαν εἰς Ὠρικὸν κατέβη· κἀκεῖθεν εἰς Ἰταλίαν μετὰ τῶν δυνάμεων περαιωθείς ἀνέπλει τὸν Θύβριν ποταμὸν ἐπὶ τῆς βασιλικῆς ἑκκαιδεκήρους κατεσκευασμένης εἰς κόσμον ὅπλοις αἰχμαλώτοις καὶ φοινικίσι καὶ πορφύραις, ὡς καὶ πανηγυρίζειν ἔξωθεν1 καθάπερ εἰς τινὰ θριαμβικῆς θέαν πομπῆς καὶ προαπολαύειν τοὺς Ῥωμαίους, τῷ ῥοθίῳ σχέδην ὑπάγοντι τὴν ναῦν ἀντιπαρεξάγοντας.
埃米利乌斯在做出了这一与其温和仁慈的天性格格不入的举措之后,便下行至奥里库姆;随后他率领大军从那里渡海前往意大利,乘坐着国王的十六层桨战船溯台伯河而上。这艘战船用缴获的武器以及大红和大紫色的织物装饰得极尽奢华,以致罗马人甚至在城外便如观看凯旋游行一般举行庆祝,预先享乐,沿着岸边与缓缓推进船只的船桨并行。
οἱ δὲ στρατιῶται τοῖς βασιλικοῖς χρήμασιν ἐποφθαλμίσαντες, ὡς οὐχ ὅσων ἠξίουν ἔτυχον,2 ὠργίζοντο μὲν ἀδήλως διὰ τοῦτο καὶ χαλεπῶς εἶχον πρὸς τὸν Αἰμίλιον, αἰτιώμενοι δὲ φανερῶς ὅτι βαρὺς γένοιτο καὶ δεσποτικὸς αὐτοῖς ἄρχων, οὐ πάνυ προθύμως ἐπὶ τὴν ὑπὲρ τοῦ θριάμβου σπουδὴν ἀπήντησαν.
然而,士兵们垂涎于王室的财富,因未能如愿获得他们所期望的份额,便私下里对此心怀怨愤,对埃米利乌斯深感不满;他们公然指责他是一位苛暴且专横的统帅,因而对争取凯旋式一事毫无热情。
αἰσθόμενος δὲ τοῦτο Σέρβιος Γάλβας, ἐχθρὸς Αἰμιλίου, γεγονὼς δὲ τῶν ὑπʼ αὐτὸν χιλιάρχων,3 ἐθάρρησεν ἀναφανδὸν εἰπεῖν ὡς οὐ δοτέον εἴη τὸν θρίαμβον.
塞尔维乌斯·加尔巴察觉到了这一点——他是埃米利乌斯的宿敌,曾任其麾下的军团支队长——竟公然宣称不应授予凯旋式。
ἐνεὶς δὲ πολλὰς τῷ στρατιωτικῷ πλήθει διαβολὰς κατὰ τοῦ στρατηγοῦ καὶ τὴν οὖσαν ὀργὴν ἔτι μᾶλλον ἐξερεθίσας ᾐτεῖτο παρὰ τῶν δημάρχων ἄλλην ἡμέραν ἐκείνην γὰρ οὐκ ἐξαρκεῖν4 τῇ κατηγορίᾳ, τέσσαρας ἔτι λοιπὰς ὥρας ἔχουσαν.
他向士兵大众散布了大量针对主将的毁谤,将他们原本就有的怒火煽动得更加炽烈,随后向保民官请求改换日期,理由是那一天只剩下四个小时,不足以完成控告。
τῶν δὲ δημάρχων λέγειν αὐτὸν, εἴ τι βούλεται, κελευόντων, ἀρξάμενος μακρῷ καὶ βλασφημίας ἔχοντι παντοδαπὰς χρῆσθαι λόγῳ τὸν χρόνον ἀνήλωσε τῆς ἡμέρας· καὶ γενομένου σκότους οἱ μὲν δήμαρχοι τὴν ἐκκλησίαν ἀφῆκαν, πρὸς δὲ τὸν Γάλβαν οἱ στρατιῶται συνέδραμον θρασύτεροι γεγονότες, καὶ συγκροτήσαντες αὑτοὺς περὶ τὸν ὄρθρον αὖθις καταλαμβάνονται τὸ Καπετώλιον ἐκεῖ γὰρ οἱ δήμαρχοι τὴν ἐκκλησίαν ἔμελλον ἄξειν.
保民官命令他若有话要说便尽管直言,于是他开始发表一篇充斥着各种中伤谩骂的长篇大论,耗尽了当天的余下时间;天黑之后,保民官解散了公民大会,然而变得更加肆无忌惮的士兵们纷纷聚集到加尔巴身边,并在黎明时分组织起来再次占领了卡皮托尔山,因为保民官原本正打算在那里召开公民大会。
- 30.3ὡς καὶ πανηγυρίζειν ἔξωθεν
连词 ὡς 在此处引导表示结果或程度的结构(相当于 ὥστε),统领不定式 πανηγυρίζειν 与 προαπολαύειν。宾格的 τοὺς Ῥωμαίους 为其逻辑主语,随后的分词 ἀντιπαρεξάγοντας 与之在性数格上保持一致。
- 30.4ὅσων ἠξίουν ἔτυχον
关系代词 ὅσων 的先行词(τούτων)被省略,且受到主句动词 ἔτυχον 所要求的属格支配,由原本与 ἠξίουν 搭配的宾格 ὅσα 吸引(attractio relativi)成了属格 ὅσων。
- 30.5γεγονὼς δὲ τῶν ὑπʼ αὐτὸν χιλιάρχων
属格 τῶν ... χιλιάρχων 是与 γεγονώς 搭配的表语性部分属格,意为“曾是他麾下的军团支队长之一”。介词短语 ὑπʼ αὐτὸν 用作定语修饰 χιλιάρχων。
- 30.6ἐκείνην γὰρ οὐκ ἐξαρκεῖν
在由 γάρ 引导的原因从句中,使用了宾格与不定式构成的间接引语(oratio obliqua)结构(ἐκείνην ... ἐξαρκεῖν),承接了前文请求动词 ᾐτεῖτο 所隐含的言语表述。
