- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:29.1-29.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃米利乌斯·保卢斯遵照元老院法令进军伊庇鲁斯,施以计谋趁其不备发动全面突袭与劫掠,摧毁众多城邦并掠贩数十万人口,但分给每名士兵的战利品却微乎其微。
διῳκημένων δὲ πάντων αὐτῷ καλῶς ἀσπασάμενος τοὺς Ἕλληνας, καὶ παρακαλέσας τοὺς Μακεδόνας μεμνῆσθαι τῆς δεδομένης ὑπὸ Ῥωμαίων ἐλευθερίας σῴζοντας αὐτὴν διʼ εὐνομίας καὶ ὁμονοίας, ἀνέζευξεν ἐπὶ τὴν Ἤπειρον, ἔχων δόγμα συγκλήτου τοὺς συμμεμαχημένους αὐτῷ τὴν πρὸς Περσέα μάχην στρατιώτας ἀπὸ τῶν ἐκεῖ πόλεων ὠφελῆσαι.1
在他将一切妥善处置完毕后,便向希腊人道别,并勉励马其顿人铭记罗马人所赐予的自由,以良法与和谐来维护它;随后他进军伊庇鲁斯,携带着元老院的法令,要使那些随同他与珀尔修斯作战的士兵从那里的各城邦中获得犒赏。
βουλόμενος δὲ πᾶσιν ἅμα καὶ μηδενὸς προσδοκῶντος,2 ἀλλʼ ἐξαίφνης ἐπιπεσεῖν, μετεπέμψατο τοὺς πρώτους ἐξ ἑκάστης πόλεως ἄνδρας δέκα, καὶ προσέταξεν αὐτοῖς, ὅσος ἄργυρός ἐστι καὶ χρυσὸς ἐν οἰκίαις καὶ ἱεροῖς, ἡμέρᾳ ῥητῇ καταφέρειν.
由于他希望同时且在无人料想之际突然袭击所有人,便从每座城邦召来十名首要人物,命令他们在指定的日期将房屋和神庙中所有的一应金银悉数缴出。
ἑκάστοις δὲ συνέπεμψεν ὡς ἐπʼ αὐτὸ δὴ τοῦτο φρουρὰν στρατιωτῶν καὶ ταξίαρχον προσποιούμενον ζητεῖν καὶ παραλαμβάνειν τὸ χρυσίον.
他又派遣了一队士兵和一名军官随同他们各队同行,假装是专门为了搜寻和接收这些黄金。
ἐνστάσης δὲ τῆς ἡμέρας, ὑφʼ ἕνα καὶ τὸν αὐτὸν ἅμα καιρὸν ὁρμήσαντες ἐτράποντο πρὸς καταδρομὴν καὶ διαρπαγὴν τῶν πόλεων, ὥστε ὥρᾳ μιᾷ πεντεκαίδεκα ἀνθρώπων ἐξανδραποδισθῆναι μυριάδας, ἑβδομήκοντα δὲ πόλεις πορθηθῆναι, γενέσθαι δʼ ἀπὸ τοσαύτης φθορᾶς καὶ πανωλεθρίας ἑκάστῳ στρατιώτῃ τὴν δόσιν οὐ μείζονʼ ἕνδεκα δραχμῶν, φρῖξαι δὲ πάντας ἀνθρώπους τὸ τοῦ πολέμου τέλος, εἰς μικρὸν οὕτω τὸ καθʼ ἕκαστον λῆμμα καὶ κέρδος ἔθνους ὅλου κατακερματισθέντος.3
到了约定的那一天,他们同时一齐出动,对各城邦进行扫荡和劫掠,结果在短短一小时之内,竟有十五万人沦为奴隶,七十座城邦遭到洗劫,而在如此巨大的毁灭与浩劫之后,分发给每个士兵的份额却不超过十一德拉克马;眼见整个民族被撕成碎片,每人的所获与利益竟是如此微薄,全人类都为这场战争的结局而不寒而栗。
- 29.1ἔχων δόγμα συγκλήτου τοὺς συμμεμαχημένους αὐτῷ τὴν πρὸς Περσέα μάχην στρατιώτας ἀπὸ τῶν ἐκεῖ πόλεων ὠφελῆσαι
不定式 ὠφελῆσαι 构成了同位语从句,用于解释名词 δόγμα 的具体内容(“……的法令”)。亦可理解为依附于 ἔχων 的目的不定式,但将其视作元老院法令的内容更为自然。宾格 τοὺς ... στρατιώτας 是 ὠφελῆσαι 的直接宾语(“使士兵们获益/致富”),而非其逻辑主语;不定式隐含的施动者是主句主语埃米利乌斯本人。
- 29.2μηδενὸς προσδοκῶντος
属格独立结构。不定代词 μηδενός 具有泛指人称含义(“无人料想之际”)。尽管与前面的与格 πᾶσιν(ἐπιπεσεῖν 的宾语)格位不同,它作为副词性分词分句,用以说明此次突袭的出其不意。
- 29.5εἰς μικρὸν οὕτω τὸ καθʼ ἕκαστον λῆμμα καὶ κέρδος ἔθνους ὅλου κατακερματισθέντος
此处出现了语序倒错与紧凑的句式结构。介词短语 εἰς μικρὸν οὕτω τὸ καθʼ ἕκαστον λῆμμα καὶ κέρδος(“化为如此微不足道的个人进账与利益”)表示属格独立结构 ἔθνους ὅλου κατακερματισθέντος(“整个民族被彻底肢解粉碎”)所导致的结果,意指整个民族惨遭撕裂毁灭,最终落到每个人头上的利益却微薄得令人惊愕。
