- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:2.1-2.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了埃米利乌斯家族的贵族渊源以及始祖马梅尔库斯的由来,追述了在坎尼阵亡的父亲卢基乌斯·保卢斯的英勇,并介绍其子保卢斯·埃米利乌斯如何不借由奉迎辩才、而凭美德与正义在同时代人中脱颖而出。
τὸν Αἰμιλίων οἶκον ἐν Ῥώμῃ τῶν εὐπατριδῶν γεγονέναι καὶ παλαιῶν1 οἱ πλεῖστοι συγγραφεῖς ὁμολογοῦσιν.
大多数史家一致认为,罗马的埃米利乌斯家族属于贵族阶层,且渊源古老。
ὅτι δʼ ὁ πρῶτος αὐτῶν καὶ τῷ γένει τήν ἐπωνυμίαν ἀπολιπὼν Μάμερκος ἦν, Πυθαγόρου παῖς τοῦ σοφοῦ, διʼ αἱμυλίαν λόγου καὶ χάριν Αἰμίλιος προσαγορευθείς, εἰρήκασιν ἔνιοι τῶν Πυθαγόρᾳ τήν Νομᾶ τοῦ βασιλέως παίδευσιν ἀναθέντων.
而且,一些将努玛王的教育归于毕达哥拉斯的人曾说过,他们家族的第一人、同时也是将姓氏留给该宗族的人是马梅尔库斯,即智者毕达哥拉斯之子,他因言辞的巧妙和魅力而被称作“埃米利乌斯”。
οἱ μὲν οὖν πλεῖστοι τῶν εἰς δόξαν ἀπὸ τῆς οἰκίας ταύτης προελθόντων διʼ ἀρετὴν, ἣν ἐζήλωσαν, εὐτύχησαν, Λευκίου δὲ Παύλου τὸ περὶ Κάννας ἀτύχημα τήν τε φρόνησιν ἅμα καὶ τήν ἀνδρείαν ἔδειξεν.
出自这一家族而迈向显赫的大多数人,固然因他们所奉行的美德而得享幸运,然而卢基乌斯·保卢斯在坎尼的厄运,却同时展现了他的明智与勇敢。
ὡς γὰρ οὐκ ἔπεισε τὸν συνάρχοντα κωλύων μάχεσθαι, τοῦ μὲν ἀγῶνος ἄκων μετέσχεν αὐτῷ, τῆς δὲ φυγῆς οὐκ ἐκοινώνησεν, ἀλλὰ τοῦ συνάψαντος τὸν κίνδυνον ἐγκαταλιπόντος2 αὐτὸς ἑστὼς καὶ μαχόμενος τοῖς πολεμίοις ἐτελεύτησε.
因为,他虽力阻同僚交战却未能说服对方,因而虽违心与他一同参战,却没有同他一并逃跑;引发这场危险的人虽弃他而去,他自己却坚守阵地,与敌人搏杀至死。
τούτου θυγάτηρ μὲν Αἰμιλία Σκηπίωνι τῷ μεγάλῳ συνῴκησεν, υἱὸς δὲ Παῦλος Αἰμίλιος, περὶ οὗ τάδε γράφεται, γεγονὼς ἐν ἡλικίᾳ κατὰ καιρὸν ἀνθοῦντα δόξαις καὶ ἀρεταῖς ἐπιφανεστάτων ἀνδρῶν καὶ μεγίστων, διέλαμψεν, οὐ ταὐτὰ τοῖς εὐδοκιμοῦσι τότε νέοις ἐπιτηδεύματα ζηλώσας, οὐδὲ τήν αὐτὴν ὁδὸν ἀπʼ ἀρχῆς πορευθείς.
他的女儿埃米利亚嫁给了大西庇阿,而他的儿子保卢斯·埃米利乌斯——本书所记载的对象——恰在最显赫、最伟大的人物的名望与德行盛极一时的时期步入青年,他既未效仿当时受人称赞的年轻人的那些行事,也没有从一开始就走相同的道路,而是大放异彩。
οὔτε γὰρ λόγον ἤσκει περὶ δίκας, ἀσπασμούς τε καὶ δεξιώσεις καὶ φιλοφροσύνας, αἷς ὑποτρέχοντες οἱ πολλοὶ τὸν δῆμον ἐκτῶντο θεραπευτικοὶ καὶ σπουδαῖοι γενόμενοι, παντάπασιν ἐξέλιπε, πρὸς οὐδέτερον ἀφυῶς ἔχων, ὡς δʼ ἑκατέρου κρείττονα τήν ἀπʼ ἀνδρείας καὶ δικαιοσύνης καὶ πίστεως δόξαν αὑτῷ περιποιούμενος,3 οἷς εὐθὺς διέφερε τῶν καθʼ ἡλικίαν.
因为他既不钻研法庭诉讼的演说,也完全摒弃了问候、握手与殷勤示好——多数人正是靠着低眉奉迎、殷勤周到地逢迎民众来争取民心的——这并非由于他在这两方面缺乏天赋,而是因为他认为源于勇敢、正义和忠诚的声望胜过前两者,并力求将这种声誉据为己有,正是在这些方面,他立即超越了同龄之人。
- 2.1τῶν εὐπατριδῶν γεγονέναι καὶ παλαιῶν
属格短语 τῶν εὐπατριδῶν ... καὶ παλαιῶν 用作 γεγονέναι 的表语属格(所属/出身属格),意为“属于贵族且古老的家系”。
- 2.4τοῦ συνάψαντος τὸν κίνδυνον ἐγκαταλιπόντος
独立属格结构。名词化的分词短语 τοῦ συνάψαντος τὸν κίνδυνον(“引发危险的人”,指同僚执政官瓦罗)作为逻辑主语,ἐγκαταλιπόντος 作谓语分词,在此处表让步(“尽管……弃他而去”)。
- 2.6πρὸς οὐδέτερον ἀφυῶς ἔχων, ὡς δʼ ἑκατέρου κρείττονα... περιποιούμενος
表示对比性原因的分词结构。前半句 πρὸς οὐδέτερον ἀφυῶς ἔχων 蕴含被否定的客观原因(“并非因为他对任何一种缺乏天赋”),与后半句由 ὡς + 分词构成的 ὡς δʼ ... περιποιούμενος(主观原因,“而是因为认为……并致力于获取……”)形成呼应和对比。
